Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ὁ δὲ τῷ μαντείῳ βοηθήσας Φίλιππος ἀπὸ τούτων τῶν χρόνων ἀεὶ μᾶλλον αὐξόμενος τὸ τελευταῖον διὰ τὴν εἰς τὸ θεῖον εὐσέβειαν ἡγεμὼν ἀπεδείχθη τῆς Ἑλλάδος πάσης καὶ μεγίστην βασιλείαν τῶν κατὰ τὴν Εὐρώπην περιεποιήσατο. ἡμεῖς δὲ ἀρκούντως διεληλυθότες τὸν ἱερὸν πόλεμον ἐπάνιμεν ἐπὶ τὰς ἑτερογενεῖς πράξεις.
κατὰ γὰρ τὴν Σικελίαν Συρακόσιοι στασιάζοντες πρὸς ἀλλήλους καὶ τυραννίσι πολλαῖς καὶ ποικίλαις δουλεύειν ἀναγκαζόμενοι πρέσβεις ἐξέπεμψαν εἰς Κόρινθον, ἀξιοῦντες αὐτοῖς ἀποστεῖλαι στρατηγὸν τὸν ἐπιμελησόμενον τῆς πόλεως καὶ καταλύσοντα τὴν τῶν τυραννεῖν ἐπιβαλομένων πλεονεξίαν.
οἱ δὲ κρίνοντες δίκαιον εἶναι τοῖς ἀπογόνοις βοηθεῖν ἐψηφίσαντο πέμπειν στρατηγὸν Τιμολέοντα Τιμαινέτου, πρωτεύοντα τῶν πολιτῶν ἀνδρείᾳ τε καὶ συνέσει στρατηγικῇ καὶ καθόλου πάσαις ταῖς ἀρεταῖς κεκοσμημένον. ἴδιον δέ τι συνέβη περὶ τὸν ἄνδρα συμπεσεῖν, ὃ συνελάβετο αὐτῷ πρὸς τὴν τῆς στρατηγίας αἵρεσιν.