Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
οὕτω δὲ τοῖς Ἀθηναίοις ὁ χρόνος οὗτος ἤνεγκεν ἐξαμαρτάνειν εἰς τὸ δαιμόνιον ὥστε μικρὸν ἀνώτερον τῶν Δελφικῶν καιρῶν Ἰφικράτους διατρίβοντος περὶ Κόρκυραν μετὰ ναυτικῆς δυνάμεως καὶ Διονυσίου τοῦ Συρακοσίων δυνάστου πέμψαντος εἰς Ὀλυμπίαν καὶ Δελφοὺς ἀγάλματα ἐκ χρυσοῦ καὶ ἐλέφαντος δεδημιουργημένα περιτυχὼν ταῖς κομιζούσαις αὐτὰ ναυσὶν ὁ Ἰφικράτης καὶ κρατήσας αὐτῶν διεπέμψατο πρὸς τὸν δῆμον ἐπερωτῶν τί χρὴ πράττειν, οἱ δʼ Ἀθηναῖοι προσέταξαν αὐτῷ μὴ τὰ τῶν θεῶν ἐξετάζειν, ἀλλὰ σκοπεῖν ὅπως τοὺς στρατιώτας διαθρέψει.
Ἰφικράτης μὲν οὖν ὑπακούσας τῷ δόγματι τῆς πατρίδος ἐλαφυροπώλησε τὸν τῶν θεῶν κόσμον· ὁ δὲ τύραννος ὀργισθεὶς τοῖς Ἀθηναίοις ἔγραψε πρὸς αὐτοὺς ἐπιστολὴν τοιαύτην. Διονύσιος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ εὖ μὲν πράττειν οὐκ ἐπιτήδειόν ἐστι γράφειν, ἐπεὶ τοὺς θεοὺς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἱεροσυλεῖτε καὶ τὰ ἀγάλματα τὰ εἰς ἀνάθεσιν ὑφʼ ἡμῶν τοῖς θεοῖς ἀπεσταλμένα παρελόμενοι κατεκόψατε καὶ περὶ τοὺς μεγίστους τῶν θεῶν ἠσεβήκατε, περὶ τὸν Ἀπόλλωνα τὸν ἐν Δελφοῖς καὶ τὸν Δία τὸν Ὀλύμπιον.
Ἀθηναῖοι μὲν οὖν περὶ τὸ θεῖον τοιαῦτʼ ἔπραξαν, καὶ ταῦτα εὐχόμενοι τὸν Ἀπόλλωνα πατρῷον αὐτῶν εἶναι καὶ πρόγονον· Λακεδαιμόνιοι δὲ τῷ περὶ Δελφοὺς μαντείῳ χρησάμενοι καὶ τὴν θαυμαζομένην παρὰ πᾶσι πολιτείαν διὰ τούτου κτησάμενοι καὶ περὶ τῶν μεγίστων ἔτι καὶ νῦν τὸν θεὸν ἐπερωτῶντες ἐτόλμησαν τοῖς τὸ ἱερὸν συλήσασι κοινωνῆσαι τῆς παρανομίας.