Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
κατὰ δὲ τὴν Βοιωτίαν οἱ μὲν Φωκεῖς τρεῖς πόλεις ἔχοντες ὠχυρωμένας, Ὀρχομενὸν καὶ Κορώνειαν καὶ Κορσίας, ἐκ τούτων ἐποιοῦντο τὴν ἐπὶ τοὺς Βοιωτοὺς στρατείαν. εὐπορούμενοι δὲ μισθοφόρων τήν τε χώραν ἐδῄουν καὶ κατὰ τὰς ἐπιθέσεις καὶ συμπλοκὰς περιεγίνοντο τῶν ἐγχωρίων.
διόπερ οἱ Βοιωτοὶ θλιβόμενοι μὲν τῷ πολέμῳ καὶ πολλοὺς τῶν στρατιωτῶν ἀπολωλεκότες, χρημάτων δὲ ἀπορούμενοι πρέσβεις ἐξέπεμψαν πρὸς τὸν Φίλιππον ἀξιοῦντες βοηθῆσαι.
ὁ δὲ βασιλεὺς ἡδέως ὁρῶν τὴν ταπείνωσιν αὐτῶν καὶ βουλόμενος τὰ Λευκτρικὰ φρονήματα συστεῖλαι τῶν Βοιωτῶν ὀλίγους ἀπέστειλε στρατιώτας, αὐτὸ μόνον φυλαττόμενος τὸ μὴ δοκεῖν περιορᾶν τὸ μαντεῖον σεσυλημένον.