Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ἔνιοι δὲ τῶν συγγραφέων φασὶν οὐκ ἐλάττω γενέσθαι τὰ συληθέντα τῶν ἐν τοῖς Περσικοῖς θησαυροῖς ὑπʼ Ἀλεξάνδρου κατακτηθέντων. ἐπεχείρησαν δʼ οἱ περὶ τὸν Φάλαικον στρατηγοὶ καὶ τὸν ναὸν ὀρύττειν, εἰπόντος τινὸς ὡς ἐν αὐτῷ θησαυρὸς εἴη πολὺν ἔχων ἄργυρόν τε καὶ χρυσόν· καὶ τὰ περὶ τὴν ἑστίαν καὶ τὸν τρίποδα φιλοτίμως ἀνέσκαπτον. ὁ δὲ μηνύσας τὸν θησαυρὸν μάρτυρα παρείχετο τὸν ἐπιφανέστατον καὶ ἀρχαιότατον τῶν ποιητῶν Ὅμηρον ἐν οἷς λέγει
Hom. Il. 9.404-405
- οὐδʼ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει
- Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ.
τῶν δὲ στρατιωτῶν ἐγχειρούντων σκάπτειν τὰ περὶ τὸν τρίποδα σεισμοὶ μεγάλοι γενόμενοι τοῖς Φωκεῦσι φόβον ἐπέστησαν, φανερῶς δὲ τῶν θεῶν προσημαινόντων τὴν κατὰ τῶν ἱεροσύλων κόλασιν ἀπέστησαν τῶν ἔργων. ὁ δὲ τῆς παρανομίας ταύτης ἡγεμὼν Φίλων ὁ προειρημένος ταχὺ τῷ δαιμονίῳ τὰς προσηκούσας δίκας ἐξέτισε.
τῆς δὲ τῶν ἱερῶν χρημάτων φθορᾶς τὴν μὴν ὅλην ἐπιγραφὴν ἔσκον Φωκεῖς, μετέσχον δὲ τῆς αἱρέσεως Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι συμμαχήσαντες τοῖς Φωκεῦσι καὶ οὐ κατὰ τὸ πλῆθος τῶν ἐκπεμπομένων στρατιωτῶν τοὺς μισθοὺς λαβόντες.