Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἅμα δὲ τούτοις πραττομένοις ἐν τῷ Πόντῳ Σπάρτακος ὁ τοῦ Πόντου βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη πέντε, τὴν δʼ ἡγεμονίαν διαδεξάμενος ὁ ἀδελφὸς Παιρισάδης ἐβασίλευσεν ἔτη τριάκοντα ὀκτώ.

τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Θεόφιλος, ἐν Ῥώμῃ δὲ κατεστάθησαν ὕπατοι Γάιος Σουλπίκιος καὶ Γάιος Κοΐντιος, Ὀλυμπιὰς δʼ ἤχθη ὀγδόη πρὸς ταῖς ἑκατόν, καθʼ ἣν ἐνίκα στάδιον Πολυκλῆς Κυρηναῖος.

ἐπὶ δὲ τούτων Φίλιππος μὲν σπεύδων τὰς ἐφʼ Ἑλλησπόντῳ πόλεις χειρώσασθαι Μηκύβερναν μὲν καὶ Τορώνην χωρὶς κινδύνων διὰ προδοσίας παρέλαβεν, ἐπὶ δὲ τὴν μεγίστην τῶν περὶ τοὺς τόπους τούτους πόλεων Ὄλυνθον στρατεύσας μετὰ πολλῆς δυνάμεως τὸ μὲν πρῶτον νικήσας τοὺς Ὀλυνθίους δυσὶ μάχαις συνέκλεισεν εἰς πολιορκίαν, προσβολὰς δὲ συνεχεῖς ποιούμενος πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλεν ἐν ταῖς τειχομαχίαις· τὸ δὲ τελευταῖον φθείρας χρήμασι τοὺς προεστηκότας τῶν Ὀλυνθίων, Εὐθυκράτην τε καὶ Λασθένην, διὰ τούτων προδοθεῖσαν τὴν Ὄλυνθον εἷλεν.