Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
οἱ δʼ ἐν ταῖς πόλεσι πιστεύσαντες τοῖς γεγραμμένοις καὶ τὴν εἰρήνην ἀγαπητῶς προσδεξάμενοι παρέδωκαν πάντες τὰ φρούρια καὶ τὰς πόλεις. Μέντωρ μὲν οὖν διʼ ἀπάτης ταχὺ παραλαβὼν ἀκινδύνως τὰ τῶν ἀποστατῶν πολίσματα μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ τῷ βασιλεῖ, δόξας δύνασθαι στρατηγεῖν πραγματικῶς.
ὁμοίως δὲ καὶ τοὺς ἄλλους ἡγεμόνας τοὺς ἀλλοτρίως διακειμένους τοῖς Πέρσαις τοὺς μὲν βιασάμενος, τοὺς δὲ καταστρατηγήσας ἅπαντας ταχέως κατεπολέμησεν. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Εὐρώπην Φίλιππος μὲν ὁ Μακεδόνων βασιλεὺς στρατεύσας ἐπὶ τὰς Χαλκιδικὰς πόλεις Ζερεία μὲν φρούριον ἐκπολιορκήσας κατέσκαψε, τῶν δʼ ἄλλων πολισμάτων ἔνια καταπληξάμενος ἠνάγκασεν ὑποτάττεσθαι· ἐπὶ δὲ τὰς Φερὰς τῆς Θετταλίας παρελθὼν Πειθόλαον δυναστεύοντα τῆς πόλεως ἐξέβαλεν.