Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

διαρπάσας δʼ αὐτὴν καὶ τοὺς ἐνοικοῦντας ἐξανδραποδισάμενος ἐλαφυροπώλησε. τοῦτο δὲ πράξας χρημάτων τε πολλῶν εἰς τὸν πόλεμον εὐπόρησε καὶ τὰς ἄλλας πόλεις τὰς ἐναντιουμένας κατεπλήξατο. τοὺς δὲ ἀνδραγαθήσαντας τῶν στρατιωτῶν κατὰ τὴν μάχην ἀξίαις δωρεαῖς τιμήσας καὶ χρημάτων πλῆθος διαδοὺς τοῖς ἐν ταῖς πόλεσιν ἰσχύουσι πολλοὺς ἔσχε προδότας τῶν πατρίδων. καὶ αὐτὸς δὲ ἀπεφαίνετο διὰ χρυσίου πολὺ μᾶλλον ἢ διὰ τῶν ὅπλων ηὐξηκέναι τὴν ἰδίαν βασιλείαν.

οἱ δʼ Ἀθηναῖοι τὴν αὔξησιν ὑφορώμενοι τοῦ Φιλίππου τοῖς ἀεὶ πολεμουμένοις ὑπὸ τοῦ βασιλέως ἐβοήθουν, πρέσβεις ἀποστέλλοντες ἐπὶ τὰς πόλεις καὶ παρακαλοῦντες τηρεῖν τὴν αὐτονομίαν καὶ τοὺς ἐπὶ τὴν προδοσίαν ὁρμῶντας τῶν πολιτῶν θανάτῳ κολάζειν· ἐπηγγέλλοντο δὲ πᾶσι συμμαχήσειν καὶ φανερῶς ἑαυτοὺς πολεμίους ἀποδείξαντες τῷ βασιλεῖ διεπολέμουν πρὸς Φίλιππον.

μάλιστα δʼ αὐτοὺς παρώξυνε προστῆναι τῆς Ἑλλάδος Δημοσθένης ὁ ῥήτωρ, δεινότατος ὢν τῶν κατʼ ἐκείνους τοὺς χρόνους Ἑλλήνων. οὐ μὴν ἡ πόλις γε ἀναστεῖλαι τῆς ἐπὶ τὴν προδοσίαν ὁρμῆς ἠδυνήθη τοὺς πολίτας· τοιαύτη γὰρ φορά τις προδοτῶν ὑπῆρξε τότε κατὰ τὴν Ἑλλάδα.