Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ὁ δὲ Τέννης κοινωσάμενος τὴν προδοσίαν Μέντορι τῷ στρατηγῷ τῶν ἐξ Αἰγύπτου μισθοφόρων τοῦτον μὲν ἀπέλιπε τηροῦντα μέρος τῆς πόλεως καὶ συνεργοῦντα τοῖς περὶ τὴν προδοσίαν ἐγχειρουμένοις, αὐτὸς δὲ μετὰ στρατιωτῶν πεντακοσίων προῆγεν ἐκ τῆς πόλεως, προσποιούμενος ἐπὶ κοινὴν τῶν Φοινίκων σύνοδον ἀπαντᾶν· ἦγε δὲ μεθʼ ἑαυτοῦ τοὺς ἐπιφανεστάτους τῶν πολιτῶν ἑκατὸν ὡς συμβούλους.
ἐπεὶ δὲ πλησίον ἦσαν τοῦ βασιλέως, συναρπάσας τοὺς ἑκατὸν παρέδωκε τῷ Ἀρταξέρξῃ. ὁ δὲ βασιλεὺς ἀποδεξάμενος αὐτὸν ὡς φίλον τοὺς μὲν ἑκατὸν ὡς αἰτίους ὄντας τῆς ἀποστάσεως κατηκόντισε, πεντακοσίων δὲ τῶν πρώτων Σιδωνίων μεθʼ ἱκετηριῶν ἀπαντησάντων ἀνεκαλέσατο τὸν Τέννην καὶ ἐπηρώτησεν εἰ δύναται τὴν πόλιν αὐτῷ παραδοῦναι· σφόδρα γὰρ ἔσπευδε μὴ διʼ ὁμολογίας τὴν Σιδῶνα παραλαβεῖν, ὅπως ἀπαραιτήτοις συμφοραῖς περιβαλὼν τοὺς Σιδωνίους τῇ τούτων τιμωρίᾳ καταπλήξηται τὰς ἄλλας πόλεις.
τοῦ δὲ Τέννου διαβεβαιωσαμένου παραδώσειν τὴν πόλιν ὁ βασιλεύς, φυλάττων τὴν ὀργὴν ἀπαραίτητον, ἅπαντας τοὺς πεντακοσίους ἔχοντας τὰς ἱκετηρίας κατηκόντισεν. εἶθʼ ὁ μὲν Τέννης προσελθὼν τοῖς ἐξ Αἰγύπτου μισθοφόροις ἔπεισεν αὐτοὺς ἐντὸς τῶν τειχῶν εἰσαγαγεῖν αὐτόν τε καὶ τὸν βασιλέα.