Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἡ μὲν οὖν Σιδὼν διὰ τοιαύτης προδοσίας ὑποχείριος ἐγένετο τοῖς Πέρσαις. ὁ δὲ βασιλεὺς ὑπολαβὼν τὸν Τέννην μηκέτι χρήσιμον ὑπάρχειν ἀνεῖλεν. οἱ δὲ Σιδώνιοι πρὸ μὲν τῆς παρουσίας τοῦ βασιλέως ἐνέπρησαν ἁπάσας τὰς ναῦς, ὅπως μηδεὶς δύνηται τῶν κατὰ τὴν πόλιν ἐκπλεύσας ἰδίᾳ σωτηρίαν πορίζεσθαι· ἐπειδὴ δὲ τὴν πόλιν ἑώρων καὶ τὰ τείχη κατειλημμένα καὶ πολλαῖς μυριάσι στρατιωτῶν περιεχόμενα, συγκλείσαντες ἑαυτοὺς καὶ τὰ τέκνα καὶ γυναῖκας εἰς τὰς οἰκίας ἐνέπρησαν.

φασὶ δὲ τοὺς ὑπὸ τοῦ πυρὸς τότε διαφθαρέντας σὺν τοῖς οἰκετικοῖς σώμασι γεγονέναι πλείους τῶν τετρακισμυρίων. τούτου δὲ τοῦ πάθους περὶ τοὺς Σιδωνίους γενομένου καὶ τῆς πόλεως ὅλης μετὰ τῶν ἐνοικούντων ὑπὸ τοῦ πυρὸς ἀφανισθείσης τὴν πυρκαϊὰν ὁ βασιλεὺς ἀπέδοτο πολλῶν ταλάντων·

διὰ γὰρ τὴν εὐδαιμονίαν τῶν ἐνῳκηκότων εὑρέθη πολὺς ἄργυρός τε καὶ χρυσὸς ὑπὸ τοῦ πυρὸς κεχωνευμένος. τὰ μὲν οὖν κατὰ Σιδῶνα συμβάντα δυστυχήματα τοιαύτην ἔσχε τὴν καταστροφήν, αἱ δʼ ἄλλαι πόλεις καταπλαγεῖσαι προσεχώρησαν τοῖς Πέρσαις.