Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ὁμοίως δὲ τούτοις οἱ τὴν παραθαλάττιον τῆς Ἀσίας οἰκοῦντες Ἕλληνες ἀπέστειλαν στρατιώτας ἑξακισχιλίους, ὥστε τοὺς πάντας Ἕλληνας γενέσθαι συμμάχους μυρίους. πρὸ δὲ τῆς τούτων παρουσίας ὁ μὲν βασιλεὺς διεληλυθὼς τὴν Συρίαν καὶ παραγενόμενος εἰς τὴν Φοινίκην ἐστρατοπέδευσεν οὐ μακρὰν τῆς Σιδῶνος.
οἱ δὲ Σιδώνιοι κεχρονικότος τοῦ βασιλέως περὶ τὰς παρασκευὰς σίτου τε καὶ ὅπλων καὶ βελῶν πολλὴν ἐπιμέλειαν ἐποιήσαντο. ὁμοίως οὖν τὴν πόλιν τάφροις τριπλαῖς μεγάλαις καὶ τειχῶν ὑψηλῶν κατασκευαῖς περιειλήφεισαν.
εἶχον δὲ καὶ στρατιωτῶν ἱκανὸν πλῆθος πολιτικῶν ἐν γυμνασίαις καὶ πόνοις ἐνηθληκὸς καὶ ταῖς τῶν σωμάτων εὐεξίαις καὶ ῥώμαις διαφέρον. πλούτῳ δὲ καὶ ταῖς ἄλλαις χορηγίαις ἡ πόλις πολὺ προεῖχε τῶν κατὰ τὴν Φοινίκην πόλεων, τὸ δὲ μέγιστον τριήρεις καὶ πεντήρεις εἶχε πλείους τῶν ἑκατόν.