Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ὁ δὲ βασιλεὺς ἐν μεγάλῳ τιθέμενος τὸ κρατῆσαι τῆς Αἰγύπτου διὰ τὸ πρότερον ἐλάττωμα πρεσβευτὰς ἀπέστειλε πρὸς τὰς μεγίστας τῶν κατὰ τὴν Ἑλλάδα πόλεων, ἀξιῶν συστρατεῦσαι τοῖς Πέρσαις ἐπʼ Αἰγυπτίους. Ἀθηναῖοι μὲν οὖν καὶ Λακεδαιμόνιοι τὴν φιλίαν ἔφασαν τὴν πρὸς Πέρσας τηρεῖν, συμμαχίαν δὲ ἀποστέλλειν ἀντεῖπαν.
Θηβαῖοι δὲ στρατηγὸν ἑλόμενοι Λακράτην ἐξαπέστειλαν μετὰ χιλίων ὁπλιτῶν. Ἀργεῖοι δὲ τρισχιλίους στρατιώτας ἐξέπεμψαν, στρατηγὸν δὲ αὐτοὶ μὲν οὐχ εἵλαντο, τοῦ δὲ βασιλέως κατʼ ὄνομα τὸν Νικόστρατον στρατηγὸν αἰτησαμένου συνεχώρησαν.
ἦν γὰρ ὁ ἀνὴρ οὗτος ἀγαθὸς καὶ πρᾶξαι καὶ βουλεύσασθαι, μεμιγμένην δʼ ἔχων τῇ φρονήσει μανίαν· τῇ γὰρ τοῦ σώματος ῥώμῃ διαφέρων ἐμιμεῖτο τὸν Ἡρακλέα κατὰ τὰς στρατείας καὶ λεοντῆν ἐφόρει καὶ ῥόπαλον ἐν ταῖς μάχαις.