Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
τὸ δὲ τελευταῖον τῶν Λακεδαιμονίων ἀξιολόγῳ μάχῃ νικησάντων, αἱ δυνάμεις ἀμφοτέρων εἰς τὰς οἰκείας πόλεις ἐπανῆλθον. ἔπειτα τῶν Λακεδαιμονίων ποιησαμένων ἀνοχὰς πρὸς τοὺς Μεγαλοπολίτας ἐπανῆλθον εἰς τὴν Βοιωτίαν οἱ Θηβαῖοι.
Φάλαικος δὲ περὶ τὴν Βοιωτίαν διατρίβων Χαιρώνειαν εἷλε καὶ τῶν Θηβαίων ἐπιβοηθησάντων ἐξέπεσεν ἐκ τῆς πόλεως. ἔπειθʼ οἱ μὲν Βοιωτοὶ πολλῇ δυνάμει στρατεύσαντες εἰς τὴν Φωκίδα τὴν πλείστην αὐτῆς ἐπόρθησαν καὶ τὰς κατὰ τὴν χώραν κτήσεις ἐδῄωσαν· ἔνια δὲ καὶ τῶν μικρῶν πολισμάτων ἑλόντες καὶ λαφύρων πλῆθος ἀθροίσαντες ἐπανῆλθον εἰς τὴν Βοιωτίαν.
ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Θεέλλου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Φάβιον καὶ Τίτον Κοΐντιον. ἐπὶ δὲ τούτων Θηβαῖοι κάμνοντες τῷ πρὸς Φωκεῖς πολέμῳ καὶ χρημάτων ἀπορούμενοι πρέσβεις ἐξέπεμψαν πρὸς τὸν τῶν Περσῶν βασιλέα, παρακαλοῦντες εἰσευπορῆσαι τῇ πόλει χρήματα·