Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ὁ δʼ Ἀρταξέρξης προθύμως ὑπακούσας ἔδωκεν αὐτοῖς δωρεὰν ἀργυρίου τάλαντα τριακόσια. τοῖς δὲ Βοιωτοῖς καὶ τοῖς Φωκεῦσιν ἀκροβολισμοὶ μὲν καὶ χώρας καταδρομαὶ συνέστησαν, πράξεις δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἄξιαι μνήμης οὐ συνετελέσθησαν.
κατὰ δὲ τὴν Ἀσίαν ὁ βασιλεὺς τῶν Περσῶν ἐν μὲν τοῖς ἐπάνω χρόνοις στρατεύσας ἐπʼ Αἴγυπτον πολλοῖς πλήθεσι στρατιωτῶν ἀπέτυχε, κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς πάλιν ἐπολέμησε τοῖς Αἰγυπτίοις καὶ πράξεις ἀξιολόγους κατεργασάμενος διὰ τῆς ἰδίας ἐνεργείας τὴν Αἴγυπτον ἀνεκτήσατο καὶ Φοινίκην καὶ Κύπρον.
ἵνα δὲ σαφῆ τὴν περὶ τούτων ἱστορίαν ποιήσωμεν, τὰς αἰτίας τοῦ πολέμου προεκθησόμεθα μικρὸν ἀναλαβόντες τοὺς οἰκείους χρόνους. τῶν γὰρ Αἰγυπτίων ἀπὸ Περσῶν ἀποστάντων κατὰ τοὺς ἀνωτέρω χρόνους Ἀρταξέρξης ὁ ἐπικληθεὶς Ὦχος αὐτὸς μὲν οὐκ ὢν φιλοπόλεμος ἐφʼ ἡσυχίας ἔμενεν, ἀποστέλλων δὲ δυνάμεις καὶ στρατηγοὺς πολλάκις ἀπετύγχανε διὰ τὴν κακίαν καὶ ἀπειρίαν τῶν ἡγεμόνων.