Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ ταῦτα ἐπὶ πόλιν Ὀρνεὰς τῆς Ἀργείας καταντήσαντες ἔφθασαν αὐτὴν ἐκπολιορκήσαντες πρὸ τῆς τῶν πολεμίων παρουσίας,οὖσαν σύμμαχον τῶν Μεγαλοπολιτῶν. ἐπεξελθόντων δὲ τῶν Ἀργείων συνάψαντες μάχην ἐνίκησαν καὶ πλείους τῶν διακοσίων ἀπέκτειναν.

τῶν δὲ Θηβαίων ἐπιφανέντων καὶ τῷ μὲν πλήθει διπλασίων ὄντων, ταῖς δʼ εὐταξίαις λειπομένων συνέστη μάχη καρτερά· καὶ τῆς νίκης ἀμφιδόξου γενομένης οἱ μὲν Ἀργεῖοι καὶ οἱ σύμμαχοι τὴν εἰς τὰς οἰκείας πόλεις ἐπάνοδον ἐποιήσαντο, Λακεδαιμόνιοι δʼ εἰς τὴν Ἀρκαδίαν ἐμβαλόντες καὶ πόλιν Ἑλισσοῦντα κατὰ κράτος ἑλόντες καὶ διαρπάσαντες ἐπανῆλθον εἰς τὴν Σπάρτην.

μετὰ δέ τινα χρόνον οἱ Θηβαῖοι μετὰ τῶν συμμάχων ἐνίκησαν τοὺς πολεμίους περὶ Τέλφουσαν καὶ συχνοὺς ἀνελόντες ἐζώγρησαν Ἀνάξανδρόν τε τὸν ἡγούμενον καὶ τῶν ἄλλων πλείους τῶν ἑξήκοντα. μετʼ ὀλίγον δὲ χρόνον ἄλλαις δυσὶ μάχαις προετέρησαν καὶ τῶν ἐναντίων οὐκ ὀλίγους κατέβαλον.