Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
παρακαλούντων δὲ αὐτὸν πρὸς τὸ συνεργῆσαι συνεπένευσε, καὶ τῆς μὲν Σάμου Θώρακα τὸν Σπαρτιάτην ἁρμοστὴν κατέστησεν, αὐτὸς δὲ μετὰ νεῶν ἑκατὸν κατέπλευσεν εἰς τὸν Πειραιέα. συναγαγὼν δʼ ἐκκλησίαν συνεβούλευσε τοῖς Ἀθηναίοις ἑλέσθαι τριάκοντα ἄνδρας τοὺς ἀφηγησομένους τῆς πολιτείας καὶ πάντα διοικήσοντας τὰ κατὰ τὴν πόλιν.
ἀντειπόντος δὲ τοῦ Θηραμένους καὶ τὰς συνθήκας ἀναγινώσκοντος, ὅτι τῇ πατρίῳ συνεφώνησε χρήσεσθαι πολιτείᾳ, καὶ δεινὸν εἶναι λέγοντος, εἰ παρὰ τοὺς ὅρκους ἀφαιρεθήσονται τὴν ἐλευθερίαν, ὁ Λύσανδρος ἔφη λελύσθαι τὰς συνθήκας ὑπὸ Ἀθηναίων· ὕστερον γὰρ τῶν συγκειμένων ἡμερῶν καθῃρηκέναι τὰ τείχη. ἀνετείνατο δὲ καὶ τῷ Θηραμένει τὰς μεγίστας ἀπειλάς, ἀποκτενεῖν φήσας, εἰ μὴ παύσεται Λακεδαιμονίοις ἐναντιούμενος.
διόπερ ὅ τε Θηραμένης καὶ ὁ δῆμος καταπλαγεὶς ἠναγκάζετο χειροτονίᾳ καταλῦσαι τὴν δημοκρατίαν. ᾑρέθησαν οὖν τριάκοντα ἄνδρες οἱ διοικήσοντες τὰ κοινὰ τῆς πόλεως, ἁρμόζοντες μὲν τῷ λόγῳ, τύραννοι δὲ τοῖς πράγμασιν.
ὁ δὲ δῆμος θεωρῶν τὴν Θηραμένους ἐπιείκειαν καὶ νομίζων τῇ τούτου καλοκἀγαθίᾳ τὴν πλεονεξίαν τῶν προεστηκότων ἐπὶ ποσὸν ἀνασταλήσεσθαι, καὶ τοῦτον ἐν τοῖς τριάκοντʼ ἄρχουσιν ἐχειροτόνησεν. ἔδει δὲ τοὺς ᾑρημένους βουλήν τε καὶ τὰς ἄλλας ἀρχὰς καταστῆσαι, καὶ νόμους συγγράψαι καθʼ οὓς ἔμελλον πολιτεύεσθαι.
τὰ μὲν οὖν περὶ τῆς νομοθεσίας ἀνεβάλοντο, προφάσεις εὐλόγους αἰεὶ ποριζόμενοι, βουλὴν δὲ καὶ τὰς ἄλλας ἀρχὰς ἐκ τῶν ἰδίων φίλων κατέστησαν, ὥστε τούτους καλεῖσθαι μὲν ἄρχοντας, εἶναι δʼ ὑπηρέτας τῶν τριάκοντα. καὶ τὸ μὲν πρῶτον παραδιδόντες κρίσει τοὺς πονηροτάτους τῶν ἐν τῇ πόλει κατεδίκαζον θανάτῳ· καὶ μέχρι τούτου τοῖς ἐπιεικεστάτοις τῶν πολιτῶν εὐαρέστει τὰ γινόμενα.
μετὰ δὲ ταῦτα βουλόμενοι βιαιότερα καὶ παράνομα πράττειν, ᾐτήσαντο παρὰ Λακεδαιμονίων φρουράν, λέγοντες ὅτι τὴν πολιτείαν καταστήσουσιν ἐκείνοις συμφέρουσαν. ᾔδεισαν γὰρ ὅτι φόνους ἐπιτελεῖν οὐκ ἂν δύναιντο χωρὶς ξενικῶν ὅπλων· πάντας γὰρ ἀνθέξεσθαι τῆς κοινῆς ἀσφαλείας.