Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
Λακεδαιμονίων δὲ πεμψάντων φρουρὰν καὶ τὸν ταύτης ἡγησόμενον Καλλίβιον, τὸν μὲν φρούραρχον ἐξεθεράπευσαν δώροις καὶ τοῖς ἄλλοις φιλανθρώποις οἱ τριάκοντα, τῶν δὲ πλουσίων ἐπιλέγοντες τοὺς ἐπιτηδείους συνελάμβανον ὡς νεωτερίζοντας, καὶ θανάτῳ περιβάλλοντες τὰς οὐσίας ἐδήμευον.
τοῦ δὲ Θηραμένους ἐναντιουμένου τοῖς συνάρχουσι, καὶ μετὰ τῶν ἀντεχομένων τῆς σωτηρίας ἀπειλοῦντος ἀμύνεσθαι, συνήγαγον τὴν βουλὴν οἱ τριάκοντα. Κριτίου δὲ προεστῶτος αὐτῶν, καὶ πολλὰ κατηγορήσαντος τοῦ Θηραμένους, ὅτι προδίδωσι τὴν πολιτείαν ταύτην ἧς αὐτὸς ἑκουσίως κοινωνεῖ, παραλαβὼν τὸν λόγον ὁ Θηραμένης καὶ περὶ τῶν κατὰ μέρος ἀπολογησάμενος, ἅπασαν ἔσχε τὴν βουλὴν εὔνουν.
οἱ δὲ περὶ τὸν Κριτίαν φοβούμενοι τὸν ἄνδρα μήποτε καταλύσῃ τὴν ὀλιγαρχίαν, περιέστησαν στρατιώτας ἔχοντας ἐσπασμένα τὰ ξίφη, καὶ τὸν Θηραμένη συνελάμβανον.
ὁ δὲ φθάσας ἀνεπήδησε μὲν πρὸς τὴν βουλαίαν Ἑστίαν, ἔφησε δὲ πρὸς τοὺς θεοὺς καταφεύγειν, οὐ σωθήσεσθαι νομίζων, ἀλλὰ σπεύδων τοῖς ἀνελοῦσιν αὐτὸν περιποιήσασθαι τὴν εἰς τοὺς θεοὺς ἀσέβειαν.
παρελθόντων δὲ τῶν ὑπηρετῶν καὶ ἀποσπώντων αὐτόν, ὁ μὲν Θηραμένης ἔφερε γενναίως τὴν ἀτυχίαν, ἅτε καὶ φιλοσοφίας ἐπὶ πλεῖον μετεσχηκὼς παρὰ Σωκράτει, τὸ δὲ λοιπὸν πλῆθος ἠλέει δυστυχοῦντα τὸν Θηραμένη, οὐ μὴν ἐτόλμα βοηθεῖν, περιεστώτων πολλῶν μετὰ ὅπλων.
Σωκράτης δὲ ὁ φιλόσοφος καὶ δύο τῶν οἰκείων προσδραμόντες ἐνεχείρουν κωλύειν τοὺς ὑπηρέτας. ὁ δὲ Θηραμένης ἠξίου μηδὲν τούτων πράττειν· τὴν μὲν γὰρ φιλίαν καὶ τὴν ἀνδρείαν ἔφησεν αὐτῶν ἐπαινεῖν, ἑαυτῷ δὲ μεγίστην συμφορὰν ἔσεσθαι, εἰ τοῖς οὕτως οἰκείως διακειμένοις αἴτιος ἔσται θανάτου.