Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις ἕκαστον ἀναγράψομεν σαφέστερον, νῦν δʼ ἐπὶ τὰ συνεχῆ τοῖς προϊστορημένοις τρεψόμεθα, τοὺς χρόνους μόνον διορίζοντες.

ἐν μὲν γὰρ ταῖς πρὸ ταύτης βίβλοις ἀνεγράψαμεν τὰς ἀπὸ Τροίας ἁλώσεως πράξεις ἕως ἐπὶ τὴν κατάλυσιν τοῦ τε Πελοποννησιακοῦ πολέμου καὶ τῆς Ἀθηναίων ἡγεμονίας, διελθόντες ἔτη ἑπτακόσια ἑβδομήκοντα ἐννέα· ἐν ταύτῃ δὲ τὰς συνεχεῖς πράξεις προσαναπληροῦντες ἀρξόμεθα ἐκ τῶν κατασταθέντων Ἀθήνησι τριάκοντα τυράννων, καταλήξομεν δὲ ἐπὶ τὴν Ῥώμης ἅλωσιν ὑπὸ Γαλατῶν, περιλαβόντες ἔτη δέκα ὀκτώ.

ἀναρχίας γὰρ οὔσης Ἀθήνησι διὰ τὴν κατάλυσιν τῆς ἡγεμονίας, ἔτος μὲν ἦν ὀγδοηκοστὸν πρὸς τοῖς ἑπτακοσίοις μετὰ τὴν Τροίας ἅλωσιν, ἐν δὲ τῇ Ῥώμῃ χιλίαρχοι διεδέξαντο τὴν ὕπατον ἀρχὴν τέτταρες, Γάιος Φολούιος καὶ Γάιος Σερουίλιος καὶ Γάιος Οὐαλέριος καὶ Νουμέριος Φάβιος, ἤχθη δὲ Ὀλυμπιὰς κατὰ τοῦτον τὸν ἐνιαυτὸν τετάρτη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα Κορκίνας Λαρισαῖος.

κατὰ δὲ τούτους τοὺς χρόνους Ἀθηναῖοι μὲν καταπεπονημένοι ἐποιήσαντο συνθήκας πρὸς Λακεδαιμονίους, καθʼ ἃς ἔδει τὰ τείχη τῆς πόλεως καθελεῖν καὶ τῇ πατρίῳ πολιτείᾳ χρῆσθαι. καὶ τὰ μὲν τείχη περιεῖλον, περὶ δὲ τῆς πολιτείας πρὸς ἀλλήλους διεφέροντο.

οἱ γὰρ τῆς ὀλιγαρχίας ὀρεγόμενοι τὴν παλαιὰν κατάστασιν ἔφασαν δεῖν ἀνανεοῦσθαι, καθʼ ἣν παντελῶς ὀλίγοι τῶν ὅλων προειστήκεισαν· οἱ δὲ πλεῖστοι δημοκρατίας ὄντες ἐπιθυμηταὶ τὴν τῶν πατέρων πολιτείαν προεφέροντο, καὶ ταύτην ἀπέφηναν ὁμολογουμένως οὖσαν δημοκρατίαν.

ἀντιλογίας δὲ γενομένης περὶ τούτων ἐπί τινας ἡμέρας, οἱ τὰς ὀλιγαρχίας αἱρούμενοι πρὸς Λύσανδρον διεπρεσβεύσαντο τὸν Σπαρτιάτην— οὗτος γὰρ καταλυθέντος τοῦ πολέμου τὰ κατὰ τὰς πόλεις ἀπέσταλτο διοικῆσαι, καὶ ὀλιγαρχίαι ἐν ταῖς πλείσταις καθίσταντο—ἐλπίζοντες ὅπερ ἦν εἰκός, συνεπιλήψεσθαι τῆς ἐπιβολῆς αὐτοῖς. διέπλευσαν οὖν εἰς Σάμον· ἐκεῖ γὰρ ἐτύγχανε διατρίβων ὁ Λύσανδρος, προσφάτως κατειληφὼς τὴν πόλιν.