Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
κατάλυσις ἐν Ἀθήναις τῆς δημοκρατίας καὶ κατάστασις ἀνδρῶν τριάκοντα.
παρανομία τῶν τριάκοντα ἀνδρῶν εἰς τοὺς πολίτας.
ὡς Διονύσιος ὁ τύραννος ἀκρόπολιν κατασκευάσας διεμέρισε τὴν πόλιν καὶ τὴν χώραν τοῖς πλήθεσιν.
ὡς Διονύσιος παραλυομένην τὴν τυραννίδα παραδόξως αὐτὴν ἀνεκτήσατο.
ὡς Λακεδαιμόνιοι διῴκησαν τὰ κατὰ τὴν Ἑλλάδα.
Ἀλκιβιάδου θάνατος, καὶ Κλεάρχου τοῦ Λάκωνος τυραννὶς ἐν Βυζαντίῳ καὶ κατάλυσις.
ὡς Λύσανδρος ὁ Λακεδαιμόνιος ἐπιβαλόμενος καταλῦσαι τοὺς ἀφʼ Ἡρακλέους ἀπέτυχεν.
ὡς Διονύσιος Κατάνην μὲν καὶ Νάξον ἐξηνδραποδίσατο, Λεοντίνους δὲ μετῴκισεν εἰς Συρακούσας.
κτίσις Ἀλαίσης ἐν τῇ Σικελίᾳ.
Λακεδαιμονίων πρὸς Ἠλείους πόλεμος.
ὡς Διονύσιος τὸ πρὸς τοῖς Ἑξαπύλοις τεῖχος κατεσκεύασεν.
ὡς Κῦρος στρατεύσας ἐπὶ τὸν ἀδελφὸν ἀνῃρέθη.
ὡς Λακεδαιμόνιοι τοῖς κατὰ τὴν Ἀσίαν Ἕλλησιν ἐβοήθησαν.
κτίσις Ἀδρανοῦ κατὰ τὴν Σικελίαν, καὶ Σωκράτους τοῦ φιλοσόφου θάνατος.
κατασκευὴ τοῦ περὶ τὴν Χερρόνησον τείχους.
παρασκευὴ Διονυσίου πρὸς τὸν Καρχηδονιακὸν πόλεμον καὶ ὁπλοποιία, καθʼ ἣν εὗρε τὸ καταπελτικὸν βέλος.
ὡς Καρχηδονίοις καὶ Διονυσίῳ πόλεμος ἐνέστη.
ὡς Διονύσιος Μοτύην πόλιν ἐπίσημον Καρχηδονίων ἐξεπολιόρκησεν.
ὡς Αἰγεσταῖοι τὴν Διονυσίου παρεμβολὴν ἐνέπρησαν.
ὡς Καρχηδόνιοι τριάκοντα μυριάσι διαβάντες εἰς τὴν Σικελίαν ἐπολέμουν πρὸς Διονύσιον.
Διονυσίου ἀποχώρησις εἰς τὰς Συρακούσας.
Καρχηδονίων στρατεία ἐπὶ τὸν πορθμόν, καὶ ἅλωσις τῆς Μεσσήνης.
ναυμαχία Καρχηδονίων πρὸς Διονύσιον μεγάλη καὶ νίκη Καρχηδονίων.
σύλησις τῶν ναῶν τῆς τε Δήμητρος καὶ Κόρης ὑπὸ Καρχηδονίων.
κόλασις ἐκ θεῶν τῶν ἱεροσύλων, καὶ φθορὰ τῆς Καρχηδονίων δυνάμεως ὑπὸ νόσου λοιμικῆς.
ναυμαχία Συρακοσίων πρὸς Καρχηδονίους καὶ νίκη Συρακοσίων.
δημηγορία Θεοδώρου περὶ τῆς ἐλευθερίας.
ὡς Διονύσιος τοὺς ταραχωδεστάτους χιλίους μισθοφόρους καταστρατηγήσας ἐποίησε κατακοπῆναι.
ὡς Διονύσιος τὰ φρούρια καὶ τὴν παρεμβολὴν τῶν Καρχηδονίων ἐπολιόρκησεν.
ὡς Διονύσιος ἐκπολιορκήσας Καρχηδονίους πολλὰς τῶν πολεμίων ναῦς ἐνέπρησεν.
Καρχηδονίων ἧττα κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν.
δρασμὸς τῶν Καρχηδονίων νυκτὸς Διονυσίου συνεργήσαντος λάθρᾳ τῶν Συρακοσίων ἐπὶ τετρακοσίοις ταλάντοις.
τὰ συμβάντα Καρχηδονίοις δυσχερῆ διὰ τὴν εἰς τὸ θεῖον ἀσέβειαν.
συνοικισμὸς τῶν κατὰ Σικελίαν ἀναστάτων γεγενημένων πόλεων.
ὡς Διονύσιος τῶν Σικελικῶν πόλεων ἃς μὲν ἐξεπολιόρκησεν, ἃς δʼ εἰς συμμαχίαν προσηγάγετο.
ὡς πρὸς τοὺς δυνάστας Ἄγυρίν τε τὸν Ἀγυρηναῖον καὶ Νικόδημον τὸν Κεντοριπῖνον φιλίαν συνέθετο.
ὡς Ἀγησίλαος ὁ Σπαρτιατῶν βασιλεὺς μετὰ δυνάμεως εἰς τὴν Ἀσίαν διέβη καὶ τὴν ὑπὸ Πέρσας τεταγμένην χώραν ἐπόρθησεν.
ὡς Ἀγησίλαος ἐνίκησε μάχῃ τοὺς Πέρσας ἡγουμένου Φαρναβάζου.
περὶ τοῦ Βοιωτικοῦ πολέμου καὶ τῶν πραχθέντων ἐν αὐτῷ.
ὡς Κόνων ὑπὸ Περσῶν κατασταθεὶς στρατηγὸς τὰ τείχη τῶν Ἀθηναίων ἀνῳκοδόμησεν.
ὡς περὶ Κόρινθον Λακεδαιμόνιοι Βοιωτοὺς ἐνίκησαν καὶ ὁ πόλεμος οὗτος ἐκλήθη Κορινθιακός.
ὡς Διονύσιος μετὰ πολλῶν κινδύνων παρεισπεσὼν εἰς τὸ Ταυρομένιον ἐξέπεσεν.
ὡς Καρχηδόνιοι περὶ πόλιν Βάκαιναν ἡττήθησαν ὑπὸ Διονυσίου.
στρατεία Καρχηδονίων εἰς Σικελίαν καὶ κατάλυσις τοῦ πολέμου.
ὡς Θίβρος ὁ Λακεδαιμόνιος ὢν στρατηγὸς ὑπὸ Περσῶν ἡττηθεὶς ἀνῃρέθη.
ὡς Διονύσιος Ῥήγιον ἐπολιόρκησεν.
ὡς οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες εἰς μίαν πολιτείαν συστάντες ἀντετάξαντο πρὸς Διονύσιον.
ὡς Διονύσιος νικήσας τῇ μάχῃ καὶ μυρίους αἰχμαλώτους λαβών, ἀπέλυσεν ἄνευ λύτρων καὶ ταῖς πόλεσιν αὐτονομεῖσθαι συνεχώρησεν.
Καυλωνίας καὶ Ἱππωνίου ἅλωσις καὶ κατασκαφὴ καὶ μετοίκησις εἰς Συρακούσας.
ὡς οἱ Ἕλληνες πρὸς Ἀρταξέρξην εἰρήνην ἐποιήσαντο τὴν ἐπὶ Ἀνταλκίδου.
Ῥηγίου ἅλωσις καὶ τὰ περὶ τὴν πόλιν ἀτυχήματα.
῞ἅλωσις Ῥώμης ὑπὸ Γαλατῶν πλὴν τοῦ Καπετωλίου.
πάντας μὲν ἴσως εἰκός ἐστι προσάντως ἀκούειν τὰς καθʼ ἑαυτῶν βλασφημίας· καὶ γὰρ οἱ κατὰ πᾶν ἔκδηλον ἔχοντες τὴν ἑαυτῶν κακίαν, ὥστε μηδʼ ἐξαρνεῖσθαι, ὅμως ψόγου τυγχάνοντες διαγανακτοῦσι καὶ λόγους εἰσφέρειν πειρῶνται πρὸς τὴν κατηγορίαν. διόπερ εὐλαβητέον ἐκ παντὸς τρόπου τὸ πράττειν τι φαῦλον πᾶσι, μάλιστα μέντοι τοῖς ἡγεμονίας ὀρεγομένοις ἤ τινος ἐπισήμου τύχης μεταλαβοῦσιν·
ὁ γὰρ τούτων βίος περίοπτος ὢν διὰ τὴν ἐπιφάνειαν ἐν πᾶσιν ἀδυνατεῖ κρύπτειν τὴν ἰδίαν ἄγνοιαν· ὥστε μηδεὶς ἐλπιζέτω τῶν τυχόντων ὑπεροχῆς τινος, ἂν ἐξαμαρτάνῃ μεγάλα, λήσεσθαι διὰ τέλους ἀνεπιτίμητος. καὶ γὰρ ἂν ἐν τῷ καθʼ ἑαυτὸν βίῳ διαφύγῃ τὸν ἀπὸ τῆς ἐπιτιμήσεως λόγον, ὕστερον ἥξειν ἐπʼ αὐτὸν προσδεχέσθω τὴν ἀλήθειαν μετὰ παρρησίας κηρύττουσαν τὰ πάλαι σιωπώμενα.
χαλεπὸν οὖν τοῖς φαύλοις τοῦ παντὸς βίου καθάπερ ἀθάνατον εἰκόνα μετὰ τὴν ἰδίαν τελευτὴν ἀπολείπειν τοῖς μεταγενεστέροις· καὶ γὰρ εἰ μηδέν ἐστι πρὸς ἡμᾶς τὰ μετὰ τὸν θάνατον, καθάπερ ἔνιοι τῶν φιλοσόφων θρυλοῦσιν, ὅμως ὅ γε προγεγενημένος βίος γίνεται πολὺ χείρων τὸν ἅπαντα τὸν αἰῶνα ἐπὶ κακῷ μνημονευόμενος. ἐμφανῆ δὲ τούτων παραδείγματα λαμβάνειν ἔξεστι τοῖς ἀναγνοῦσι τὰ κατὰ μέρος τῆσδε τῆς βίβλου.
παρὰ μὲν γὰρ Ἀθηναίοις τριάκοντα τύραννοι γενόμενοι διὰ τὴν ἰδίαν πλεονεξίαν τήν τε πατρίδα μεγάλοις ἀτυχήμασι περιέβαλον καὶ αὐτοὶ ταχὺ τὴν δύναμιν ἀποβαλόντες ἀθάνατον ἑαυτῶν ὄνειδος καταλελοίπασι, Λακεδαιμόνιοι δὲ περιποιησάμενοι τὴν τῆς Ἑλλάδος ἀρχὴν ἀναμφισβήτητον, τότε ταύτης ἐστερήθησαν, ὅτε πράξεις ἀδίκους κατὰ τῶν συμμάχων ἐπιτελεῖν ἐπεχείρησαν· αἱ γὰρ τῶν ἡγεμόνων ὑπεροχαὶ τηροῦνται μὲν εὐνοίᾳ καὶ δικαιοσύνῃ, καταλύονται δὲ ἀδικήμασι καὶ μίσει τῶν ὑποτεταγμένων.
παραπλησίως δὲ καὶ Διονύσιος ὁ Συρακοσίων τύραννος, καίπερ εὐτυχέστατος τῶν δυναστῶν γεγονώς, ζῶν μὲν οὐ διέλιπεν ἐπιβουλευόμενος, καὶ διὰ τὸν φόβον ἠναγκάζετο φέρειν ὑπὸ τὸν χιτῶνα σιδηροῦν θώρακα, τελευτήσας δὲ μέγιστον εἰς βλασφημίας παράδειγμα καταλέλοιπε τὸν ἑαυτοῦ βίον εἰς ἅπαντα τὸν αἰῶνα.