Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῶν δὲ βαρβάρων τὰς μὲν κατὰ λεπτὸν ἡγεμονίας εἶχον Πέρσαι, τῶν δὲ συμπάντων αὐτὸς ἡγεῖτο Κῦρος, ὃς τοῖς μὲν ἡγεμόσιν ἐδεδηλώκει τὴν ἐπὶ τὸν ἀδελφὸν ἀνάβασιν, τὸ δὲ πλῆθος ἔκρυπτεν, εὐλαβούμενος μήποτε διὰ τὸ μέγεθος τῆς στρατείας ἐγκαταλίπῃ τὴν ἑαυτοῦ προαίρεσιν. διὸ καὶ κατὰ τὴν ὁδοιπορίαν προορώμενος τὸ μέλλον ἐξεθεράπευσε τοὺς στρατιώτας, κοινὸν ἑαυτὸν παρεχόμενος καὶ δαψιλεῖς ἀγορὰς ἑτοιμάζων.

ἐπεὶ δὲ διῆλθε Λυδίαν καὶ Φρυγίαν, ἔτι δὲ Καππαδοκίας τὰ συνορίζοντα, παρεγενήθη πρὸς τοὺς ὅρους τῆς Κιλικίας καὶ τὴν πρὸς ταῖς Κιλικίαις πύλαις εἰσβολήν· αὕτη δʼ ἐστὶ στενὴ καὶ παράκρημνος ἐπὶ σταδίους μὲν εἴκοσι παρατείνουσα, πλησίον δʼ αὐτῆς ἐστιν ἐξ ἀμφοτέρων καθʼ ὑπερβολὴν ὄρη μεγάλα καὶ δυσπρόσιτα· ἀπὸ δὲ τῶν ὀρῶν ἐξ ἑκατέρου μέρους τείχη κατατείνει μέχρι τῆς ὁδοῦ, καθʼ ἣν ἐνῳκοδόμηνται πύλαι.

διεξαγαγὼν δὲ διὰ τούτων τὴν δύναμιν εἰσέβαλεν εἴς τι πεδίον τῶν κατὰ τὴν Ἀσίαν οὐδενὸς τῷ κάλλει λειπόμενον· διʼ οὗ πορευθεὶς εἰς Ταρσόν, μεγίστην τῶν ἐν Κιλικίᾳ πόλεων, ταχέως αὐτῆς ἐγκρατὴς ἐγένετο. Συέννεσις δʼ ὁ τῆς Κιλικίας δυναστεύων ὡς ἤκουσε τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως, εἰς ἀπορίαν πολλὴν ἐνέπιπτεν, οὐκ ὢν ἀξιόμαχος.

μεταπεμπομένου δʼ αὐτὸν Κύρου καὶ τὰ πιστὰ δόντος ἐπορεύθη πρὸς αὐτόν, καὶ τὴν ἀλήθειαν τοῦ πολέμου πυθόμενος ὡμολόγησε συμμαχήσειν ἐπὶ τὸν Ἀρταξέρξην, καὶ τὸν ἕνα τῶν υἱῶν τῷ Κύρῳ συνεξαπέστειλεν, αὐτῷ δοὺς τῶν Κιλίκων τοὺς ἱκανοὺς συστρατευσομένους· πανοῦργος γὰρ ὢν τὴν φύσιν καὶ πρὸς τὸ τῆς τύχης ἄδηλον ἀρτισάμενος, τὸν ἕτερον τῶν υἱῶν ἐξέπεμψε λάθρᾳ πρὸς τὸν βασιλέα, δηλώσοντα καὶ τὰς δυνάμεις ἐπʼ ἐκεῖνον ἠθροισμένας καὶ διότι τῆς μὲν συμμαχίας διʼ ἀνάγκην τῷ Κύρῳ μετέχει, τῇ δʼ εὐνοίᾳ προσμένων, ἂν καιρὸς γένηται, καταλιπὼν ἐκεῖνον τῷ βασιλεῖ συστρατεύσεσθαι.

Κῦρος δʼ εἴκοσι μὲν ἡμέρας ἐν Ταρσῷ τὴν δύναμιν ἀνέλαβε· μετὰ δὲ ταῦτα ἀναζευγνύντος αὐτοῦ τὸ πλῆθος ὑπώπτευσε τὴν στρατείαν ἐπὶ τὸν Ἀρταξέρξην γίνεσθαι. ἀναλογιζόμενος δὲ ἕκαστος τὰ μήκη τῶν ὁδῶν καὶ τὰ πλήθη τῶν πολεμίων ἐθνῶν, διʼ ὧν ἀναγκαῖον ἦν τὴν πορείαν ποιεῖσθαι, τελέως ἠγωνία· διαβεβόητο γὰρ ἡ μὲν ἕως Βάκτρων ὁδὸς οὖσα στρατοπέδῳ τετραμήνου, δύναμις δʼ ἠθροισμένη τῷ βασιλεῖπλείω τῶν τετταράκοντα μυριάδων.

διὸ δὴ περιδεεῖς ὄντες ἐκεῖνοι ἠγανάκτουν, καὶ τοὺς ἡγεμόνας διʼ ὀργῆς ἔχοντες ἐνεχείρησαν ἀναιρεῖν ὡς προδότας ἑαυτῶν ὄντας. τοῦ δὲ Κύρου δεομένου πάντων, καὶ διαβεβαιουμένου τὴν στρατιὰν ἀνάγειν οὐκ ἐπʼ Ἀρταξέρξην, ἀλλʼ ἐπί τινα σατράπην τῆς Συρίας, ἐπείσθησαν οἱ στρατιῶται, καὶ λαβόντες πλείω μισθὸν ἀποκατέστησαν εἰς τὴν ἐξ ἀρχῆς εὔνοιαν.