Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ὁ δὲ Κῦρος ἐπειδὴ διῆλθε τὴν Κιλικίαν, παρεγενήθη πρὸς πόλιν Ἰσσόν, ἐπὶ θαλάττης μὲν κειμένην, ἐσχάτην δʼ οὖσαν τῆς Κιλικίας. κατέπλευσε δʼ εἰς αὐτὴν περὶ τὸν αὐτὸν καιρὸν καὶ ὁ στόλος ὁ τῶν Λακεδαιμονίων, καὶ οἱ στρατηγοῦντες ἐξέβησαν καὶ συντυχόντες τῷ Κύρῳ τὴν τῶν Σπαρτιατῶν εἰς αὐτὸν εὔνοιαν ἀπήγγειλαν, καὶ τοὺς μετὰ Χειρισόφου πεζοὺς ὀκτακοσίους ἐκβιβάσαντες παρέδωκαν.
τούτους δὲ προσεποιοῦντο μὲν οἱ φίλοι τοῦ Κύρου πέμψαι μισθοφόρους, τῇ δʼ ἀληθείᾳ μετὰ τῆς τῶν ἐφόρων γνώμης ἅπαντʼ ἐπράττετο· οἱ δὲ Λακεδαιμόνιοι φανερὸν οὔπω τὸν πόλεμον ἐπανῃροῦντο, κατέκρυπτον δὲ τὴν προαίρεσιν, ἐπιτηροῦντες τὴν ῥοπὴν τοῦ πολέμου. ὁ δὲ Κῦρος μετὰ τῆς δυνάμεως ἀνέζευξεν ἐπὶ Συρίας τὴν πορείαν ποιούμενος, καὶ τοὺς ναυάρχους ἐκέλευσε συμπαραπλεῖν ἁπάσαις ταῖς ναυσίν.
ὡς δʼ ἦλθεν ἐπὶ τὰς Πύλας καλουμένας καὶ τὸν τόπον εὗρεν ἔρημον τῶν φυλαττόντων, περιχαρὴς ἦν· ἠγωνία γὰρ σφόδρα, μή τινες αὐτὰς εἶεν προκατειλημμένοι. ἔστι δὲ ἡ φύσις τοῦ τόπου στενὴ καὶ παράκρημνος, ὥστε διʼ ὀλίγων ῥᾳδίως παραφυλάττεσθαι.
ὄρη γὰρ πλησίον ἀλλήλων κεῖται, τὸ μὲν τραχὺ καὶ κρημνοὺς ἔχον ἀξιολόγους, ἐπʼ αὐτῆς δʼ ἄρχεται τῆς ὁδοῦ ἕτερον ὄρος μέγιστον τῶν περὶ τοὺς τόπους ἐκείνους, καὶ καλεῖται μὲν Ἄμανος, παρεκτείνει δὲ παρὰ τὴν Φοινίκην· ὁ δʼ ἀνὰ μέσον τόπος τῶν ὀρῶν, ὑπάρχων ὡς τριῶν σταδίων, παντελῶς τετειχισμένος καὶ πύλας ἔχων εἰς στενὸν συγκλειομένας.
διελθὼν οὖν ὁ Κῦρος ταύτας ἀκινδύνως, τὸν μὲν λοιπὸν στόλον ἀπέστειλεν ἀνακάμψαι εἰς Ἔφεσον· οὐκέτι γὰρ αὐτῷ χρήσιμος ἦν μέλλοντι διὰ μεσογείου τὴν πορείαν ποιεῖσθαι· ὁδοιπορήσας δʼ ἡμέρας εἴκοσι παρεγενήθη πρὸς Θάψακον πόλιν, ἣ κεῖται παρὰ τὸν ποταμὸν τὸν Εὐφράτην.
ἐνταῦθα δὲ πένθʼ ἡμέρας διατρίψας, καὶ τὴν δύναμιν ἐξιδιοποιησάμενος ταῖς τε τῶν ἐπιτηδείων ἀφθονίαις καὶ ταῖς ἐκ τῶν προνομῶν ὠφελείαις, συνήγαγεν ἐκκλησίαν, καὶ τὴν ἀλήθειαν τῆς στρατείας ἐδήλωσεν. προσάντως δὲ δεξαμένων τὸν λόγον τῶν στρατιωτῶν, ἐδεῖτο πάντων μὴ καταλιπεῖν ἑαυτόν, ἐπαγγελλόμενος ἄλλας τε μεγάλας δωρεὰς καὶ ὅτι παραγενομένοις αὐτοῖς εἰς Βαβυλῶνα κατʼ ἄνδρα ἕκαστον δώσει πέντε μνᾶς ἀργυρίου. οἱ μὲν οὖν στρατιῶται ταῖς ἐλπίσι μετεωρισθέντες ἐπείσθησαν ἀκολουθεῖν·