Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ἐπεὶ δʼ αὐτῷ μισθοφόρων πλῆθος ἱκανὸν συνῆκτο καὶ τὰ πρὸς τὴν στρατείαν εὐτρέπιστο, τοῖς μὲν πλήθεσιν οὐκ ἐδήλου τἀληθές, ἔφασκε δʼ εἰς Κιλικίαν ἀνάγειν τὴν δύναμιν ἐπὶ τοὺς ἀφεστηκότας τοῦ βασιλέως τυράννους.
ἀπέστειλε δὲ καὶ πρὸς Λακεδαιμονίουσπρεσβευτὰς τοὺς ἀνανεωσομένους τὰς κατὰ τὸν πρὸς Ἀθηναίους πόλεμον εὐεργεσίας καὶ παρακαλέσοντας ἑαυτῷ συμμαχεῖν. οἱ δὲ Λακεδαιμόνιοι, νομίσαντες αὑτοῖς συνοίσειν τὸν πόλεμον, ἔγνωσαν τῷ Κύρῳ βοηθεῖν, καὶ παραχρῆμα ἐξέπεμψαν πρεσβευτὰς πρὸς τὸν ἑαυτῶν ναύαρχον Σάμον ὀνομαζόμενον, ὅπως ὅ,τι ἂν κελεύῃ ὁ Κῦρος πράττῃ.
ὁ δὲ Σάμος εἶχε μὲν τριήρεις εἴκοσι καὶ πέντε, μεθʼ ὧν πλεύσας εἰς Ἔφεσον πρὸς τὸν Κύρου ναύαρχον ἕτοιμος ἦν αὐτῷ πάντα συμπράττειν. ἐξέπεμψαν δὲ καὶ πεζοὺς στρατιώτας ὀκτακοσίους, ἡγεμόνα Χειρίσοφον καταστήσαντες. ἀφηγεῖτο δὲ τοῦ βαρβαρικοῦ στόλου Ταμώς, ἔχων τριήρεις πεντήκοντα πολυτελῶς ἐξηρτυμένας· καὶ καταπλευσάντων τῶν Λακεδαιμονίων ἀνήχθησαν οἱ στόλοι τὸν πλοῦν ὡς ἐπὶ Κιλικίας ποιούμενοι.
Κῦρος δὲ τούς τε ἀπὸ τῆς Ἀσίας στρατολογηθέντας καὶ μισθοφόρους μυρίους τρισχιλίους ἀθροίσας εἰς Σάρδεις, Λυδίας μὲν καὶ Φρυγίας κατέστησεν ἐπιμελητὰς Πέρσας ἑαυτοῦ συγγενεῖς, Ἰωνίας δὲ καὶ τῆς Αἰολίδος, ἔτι δὲ τῶν σύνεγγυς τόπων Ταμώ, φίλον μὲν ὄντα πιστόν, τὸ δὲ γένος ὑπάρχοντα Μεμφίτην· αὐτὸς δὲ μετὰ τῆς δυνάμεως προῆγεν ὡς ἐπὶ τῆς Κιλικίας καὶ Πισιδίας, διαδιδοὺς λόγον ὅτι τινὲς τῶν ἐκεῖ κατοικούντων ἀφεστήκασιν.
εἶχε δὲ τοὺς ἅπαντας ἀπὸ μὲν τῆς Ἀσίας ἑπτακισμυρίους, ὧν ἦσαν ἱππεῖς τρισχίλιοι, ἀπὸ δὲ Πελοποννήσου καὶ τῆς ἄλλης Ἑλλάδος μισθοφόρους μυρίους τρισχιλίους.
ἡγεῖτο δὲ τῶν μὲν ἀπὸ Πελοποννήσου χωρὶς Ἀχαιῶν Κλέαρχος ὁ Λακεδαιμόνιος, τῶν δʼ ἀπὸ Βοιωτίας Πρόξενος Θηβαῖος, τῶν δʼ Ἀχαιῶν Σωκράτης Ἀχαιός, τῶν δʼ ἀπὸ Θεσσαλίας Μένων ὁ Λαρισσαῖος.