Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

καὶ γὰρ ὁ βασιλεὺς τῶν περὶ ἐκείνους τοὺς τόπους Λίβυς ξένος ἦν αὐτῷ πατρικός, καὶ τὸν ἀδελφὸν τοῦ Λυσάνδρου συνέβαινεν ὀνομάζεσθαι Λίβυν ἀπὸ τῆς πρὸς ἐκεῖνον φιλίας.

διὰ δὴ τούτου καὶ τῶν κομιζομένων χρημάτων ἐλπίσας πείσειν, οὐ μόνον ἀπέτυχε τῆς ἐπιβολῆς, ἀλλὰ καὶ συνεξέπεμψαν οἱ τοῦ μαντείου προεστῶτες πρέσβεις τοὺς κατηγορήσοντας τοῦ Λυσάνδρου περὶ τῆς τοῦ χρηστηρίου διαφθορᾶς. ὁ δὲ Λύσανδρος παραγενηθεὶς εἰς Λακεδαίμονα, κρίσεως αὐτῷ προτεθείσης ἀπελογήσατο πιθανῶς ὑπὲρ αὑτοῦ.

τότε μὲν οὖν οὐδὲν ᾔδεισαν οἱ Λακεδαιμόνιοι περὶ τῆς τοῦ Λυσάνδρου προαιρέσεως εἰς τὸ καταλῦσαι τοὺς ἀφʼ Ἡρακλέους βασιλεῖς· μετὰ δέ τινα χρόνον τελευτήσαντος αὐτοῦ, καί τινων χρηματισμῶν ζητουμένων κατὰ τὴν οἰκίαν, εὗρον λόγον γεγραμμένον πολυτελῶς, ὃν ἐπραγματεύσατο πρὸς τὰ πλήθη, πείσων ἐξ ἁπάντων τῶν πολιτῶν αἱρετοὺς γίνεσθαι βασιλεῖς.

Διονύσιος δʼ ὁ τῶν Συρακοσίων τύραννος ἐπειδὴ τὴν πρὸς Καρχηδονίους εἰρήνην ἐποιήσατο, τῶν δὲ κατὰ τὴν πόλιν στάσεων ἀπήλλακτο, τὰς ὁμόρους τῶν Χαλκιδέων πόλεις ἔσπευδε προσαγαγέσθαι·

αὗται δʼ ἦσαν Νάξος, Κατάνη, Λεοντῖνοι. τούτων δʼ ἐπεθύμει κυριεῦσαι διὰ τὸ συνορίζειν αὐτὰς τῇ Συρακούσῃ καὶ πολλὰς ἀφορμὰς ἔχειν πρὸς τὴν αὔξησιν τῆς δυναστείας. πρῶτον μὲν οὖν τῇ Αἴτνῃ προσστρατοπεδεύσας παρέλαβε τὸ φρούριον, τῶν φυγάδων οὐκ ὄντων ἀξιομάχων πρὸς τηλικαύτην δύναμιν·

μετὰ δὲ ταῦτα ἐπὶ Λεοντίνους ἀναζεύξας ἐγγὺς τῆς πόλεως κατεστρατοπέδευσε παρὰ τὸν Τηρίαν ποταμόν. καὶ τὸ μὲν πρῶτον ἐκτάξας τὴν δύναμιν ἐξαπέστειλε κήρυκα πρὸς τοὺς Λεοντίνους, κελεύων παραδοῦναι τὴν πόλιν καὶ νομίζων τῷ φόβῳ καταπλῆξαι τοὺς ἔνδον·