Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
οὐ προσεχόντων δὲ τῶν Λεοντίνων, ἀλλὰ πάντα παρεσκευασμένων τὰ πρὸς τὴν πολιορκίαν, Διονύσιος οὐκ ἔχων μηχανήματα τὴν μὲν πολιορκίαν κατὰ τὸ παρὸν ἀπέγνω, τὴν δὲ χώραν ἅπασαν ἐλεηλάτησεν.
ἐκεῖθεν δʼ ἀνέζευξεν ἐπὶ τοὺς Σικελούς, προσποιούμενος τὸν πρὸς τούτους πόλεμον ἐπαναιρεῖσθαι πρὸς τὸ τοὺς Καταναίους καὶ Ναξίους ῥᾳθυμοτέρους γενέσθαι περὶ τὴν τῆς πόλεως φυλακήν.
διατρίβων δὲ περὶ τὴν Ἔνναν Ἀείμηνστον τὸν Ἐνναῖον ἔπεισεν ἐπιθέσθαι τυραννίδι, συνεπιλήψεσθαι τῆς προθέσεως ἐπαγγελλόμενος.
κρατήσαντος δʼ ἐκείνου τῆς ἐπιβολῆς, καὶ τὸν Διονύσιον οὐκ εἰσαγαγόντος εἰς τὴν πόλιν, διοργισθεὶς μετεβάλετο καὶ τοὺς Ἐνναίους παρεκάλει καταλύειν τὸν τύραννον. ὧν συνδραμόντων εἰς τὴν ἀγορὰν μετὰ τῶν ὅπλων καὶ τῆς ἐλευθερίας ἀντιποιουμένων, πλήρης ἦν ἡ πόλις ταραχῆς.
Διονύσιος δὲ πυθόμενος τὴν στάσιν, ἀνέλαβε τοὺς ψιλοὺς καὶ ταχέως διά τινος ἐρήμου τόπου παρεισέπεσεν εἰς τὴν πόλιν, καὶ τὸν μὲν Ἀείμνηστον συλλαβὼν παρέδωκε τοῖς Ἐνναίοις πρὸς τὴν τιμωρίαν, αὐτοὺς δʼ οὐδὲν ἀδικήσας ἀπῆλθεν ἐκ τῆς πόλεως. τοῦτο δʼ ἔπραξεν οὐχ οὕτως τοῦ δικαίου φροντίζων, ὡς βουλόμενος προτρέψασθαι τὰς ἄλλας πόλεις αὐτῷ πιστεύειν.
ἐκεῖθεν δʼ ἀναζεύξας τὴν τῶν Ἑρβιταίων πόλιν πορθεῖν ἐπεχείρησεν· οὐδὲν δὲ πράσσων πρὸς μὲν τούτους εἰρήνην ἐποιήσατο, τὴν δὲ δύναμιν ἤγαγεν ἐπὶ Κατάνην· Ἀρκεσίλαος γὰρ στρατηγὸς ὢν τῶν Καταναίων ἐπηγγέλλετο αὐτῷ προδώσειν τὴν πόλιν. διόπερ ὑπὸ τούτου περὶ μέσας νύκτας παρεισαχθεὶς κύριος τῆς Κατάνης ἐγένετο. ἀφελόμενος δὲ τῶν πολιτῶν τὰ ὅπλα, φρουρὰν ἐν αὐτῇ κατέστησεν ἱκανήν.