Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ὁρῶν οὖν τὸν Κλέαρχον τόλμαν ἔχοντα καὶ θράσος πρόχειρον, ἔδωκεν αὐτῷ χρήματα καὶ προσέταξεν ὡς πλείστους ξενολογεῖν, νομίζων εὔθετον ἕξειν συναγωνιστὴν τοῖς ὑπʼ αὐτοῦ τολμωμένοις.
Λύσανδρος δὲ ὁ Σπαρτιάτης ἐπειδὴ πάσας τὰς ὑπὸ Λακεδαιμονίους πόλεις διῴκησε κατὰ τὴν τῶν ἐφόρων γνώμην, ἐν αἷς μὲν δεκαδαρχίας, ἐν αἷς δʼ ὀλιγαρχίας καταστήσας, περίβλεπτος ἦν ἐν τῇ Σπάρτῃ. καταλύσας γὰρ τὸν Πελοποννησιακὸν πόλεμον τῇ πατρίδι περιτεθεικὼς ἦν τὴν ἡγεμονίαν ὁμολογουμένην καὶ τὴν κατὰ γῆν καὶ τὴν κατὰ θάλατταν.
διόπερ ἐπὶ τούτοις πεφρονηματισμένος διενοεῖτο καταλῦσαι τὴν τῶν Ἡρακλειδῶν βασιλείαν καὶ κοινὴν ἐκ πάντων Σπαρτιατῶν ποιῆσαι τὴν αἵρεσιν τῶν βασιλέων· ἤλπιζε γὰρ εἰς ἑαυτὸν τάχιστα τὴν ἀρχὴν ἥξειν διὰ τὸ μεγίστας καὶ καλλίστας πράξεις κατειργάσθαι.
θεωρῶν δὲ τοὺς Λακεδαιμονίους μάλιστα τοῖς μαντείοις προσέχοντας, ἐπεχείρησε τὴν ἐν Δελφοῖς προφῆτιν διαφθεῖραι χρήμασιν· ἐνόμιζε γάρ, εἰ χρησμὸν λάβοι σύμμαχον ταῖς ἰδίαις ἐπιβολαῖς, ῥᾳδίως ἄξειν ἐπὶ τέλος τὴν προαίρεσιν.
ἐπεὶ δὲ παμπληθῆ χρήματα τοῖς περὶ τὸ μαντεῖον διατρίβουσιν ὑπισχνούμενος οὐκ ἔπειθε, ταῖς ἐν Δωδώνῃ περὶ τὸ μαντεῖον οὔσαις ἱερείαις προσήνεγκε λόγους περὶ τῶν αὐτῶν διά τινος Φερεκράτους, Ἀπολλωνιάτου μὲν τὸ γένος, ἔχοντος δὲ συνήθειαν πρὸς τοὺς περὶ τὸ ἱερὸν διατρίβοντας.
οὐδὲν δὲ πρᾶξαι δυνάμενος ἐξεδήμησεν εἰς Κυρήνην, πρόφασιν μὲν ὡς εὐχὰς ἀποδιδοὺς Ἄμμωνι, τῇ δʼ ἀληθείᾳ διαφθεῖραι βουλόμενος τὸ μαντεῖον· ἐκόμισε δὲ καὶ χρημάτων πλῆθος, διʼ ὧν ἤλπιζε τοὺς περὶ τὸ ἱερὸν διατρίβοντας πεῖσαι.