Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
οὗτος δὲ πιστευθεὶς περὶ τῶν ὅλων καὶ μισθοφόρους πολλοὺς ἀθροίσας, οὐκέτι προστάτης ἦν, ἀλλὰ τύραννος. καὶ τὸ μὲν πρῶτον τοὺς ἄρχοντας αὐτῶν ἐπί τινι θυσίᾳ καλέσας ἀνεῖλε, μετὰ δὲ ταῦτα ἀναρχίας οὔσης ἐν τῇ πόλει, τριάκοντα μὲν τοὺς ὀνομαζομένους Βυζαντίους συνήρπασε καὶ περιθεὶς κάλων ἀπεστραγγάλισε· πάντων δὲ τῶν διαφθαρέντων τὰς οὐσίας σφετερισάμενος ἐπελέγετο καὶ τῶν ἄλλων τοὺς εὐπόρους, καὶ ψευδεῖς αἰτίας ἐπιρρίπτων οὓς μὲν ἀπέκτεινεν, οὓς δʼ ἐφυγάδευσε. πολλῶν δὲ χρημάτων κυριεύσας καὶ μισθοφόρων ἀθροίσας πλῆθος τὰ κατὰ τὴν δυναστείαν ἠσφαλίσατο.
διαβοηθείσης δὲ τῆς κατὰ τὸν τύραννον ὠμότητός τε καὶ δυνάμεως, Λακεδαιμόνιοι τὸ μὲν πρῶτον ἀπέστειλαν πρὸς αὐτὸν πρέσβεις τοὺς πείσοντας ἀποθέσθαι τὴν δυναστείαν· οὐ προσέχοντος δὲ τοῖς ἀξιουμένοις ἔπεμψαν δύναμιν ἐπʼ αὐτὸν καὶ στρατηγὸν Πανθοίδαν.
οὗ τὴν ἔφοδον αἰσθόμενος ὁ Κλέαρχος εἰς Σηλυμβρίαν μετήγαγε τὴν δύναμιν, κύριος ὢν καὶ ταύτης τῆς πόλεως· πολλὰ γὰρ εἰς τοὺς Βυζαντίους ἡμαρτηκὼς ὑπελάμβανεν οὐ μόνον τοὺς Λακεδαιμονίους, ἀλλὰ καὶ τοὺς ἐν τῇ πόλει πολεμίους ἕξειν.
διόπερ ἐκ Σηλυμβρίας κρίνας ἀσφαλέστερον διαπολεμήσειν, τά τε χρήματα καὶ τὴν δύναμιν μετέστησεν. ὡς δʼ ἐπύθετο τοὺς Λακεδαιμονίους ἐγγὺς ὄντας, ἀπήντησεν αὐτοῖς, καὶ περὶ τὸν καλούμενον πόρον συνῆψε μάχην τοῖς περὶ τὸν Πανθοίδαν.
γενομένου δʼ ἐπὶ πολὺν χρόνον τοῦ κινδύνου, καὶ λαμπρῶς ἀγωνισαμένων τῶν Λακεδαιμονίων, οἱ τοῦ τυράννου διεφθάρησαν. ὁ δὲ Κλέαρχος τὸ μὲν πρῶτον μετʼ ὀλίγων συγκλεισθεὶς εἰς Σηλυμβρίαν ἐπολιορκεῖτο· μετὰ δὲ ταῦτα φοβηθεὶς διέδρα νυκτὸς καὶ διέπλευσεν εἰς τὴν Ἰωνίαν· ἐκεῖ δʼ εἰς συνήθειαν ἐλθὼν Κύρῳ τῷ τοῦ βασιλέως ἀδελφῷ δυνάμεων ἀφηγήσατο.
ὁ γὰρ Κῦρος, ἄρχων ἀποδεδειγμένος τῶν ἐπὶ θαλάττῃ σατραπειῶν καὶ φρονήματος πλήρης ὤν, διενοεῖτο στρατεύειν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην.