Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
τὸν δὲ Φαρνάβαζον ἀκούσαντα τῶν λόγων, σφετερίσασθαι τὴν ἀπαγγελίαν καὶ πέμψαι πιστοὺς ἄνδρας ὑπὲρ τούτων τῷ βασιλεῖ δηλώσοντας. οὐ διδόντος δὲ τοῦ Φαρναβάζου τοὺς παραπέμψοντας εἰς τὰ βασίλεια, φησὶ τὸν μὲν Ἀλκιβιάδην ὁρμῆσαι πρὸς τὸν σατράπην τῆς Παφλαγονίας, ὅπως διʼ ἐκείνου ποιήσαιτο τὴν ἀνάβασιν· τὸν δὲ Φαρνάβαζον φοβηθέντα μὴ περὶ τούτων ἀκούσῃ τὴν ἀλήθειαν ὁ βασιλεύς, ἐπαποστεῖλαι τοὺς ἀνελοῦντας κατὰ τὴν ὁδὸν τὸν Ἀλκιβιάδην.
τοὺς δὲ καταλαβόντας αὐτὸν τῆς Φρυγίας ἔν τινι κώμῃ κατεσκηνωκότα νυκτὸς περιθεῖναι ξύλων πλῆθος· ἀναφθέντος οὖν πολλοῦ πυρὸς τὸν Ἀλκιβιάδην ἐπιχειρῆσαι μὲν ἀμύνεσθαι, κρατηθέντα δὲ ὑπὸ τοῦ πυρὸς καὶ τῶν εἰς αὐτὸν ἀκοντιζόντων τελευτῆσαι.
περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ Δημόκριτος ὁ φιλόσοφος ἐτελεύτησε βιώσας ἔτη ἐνενήκοντα. Λασθένην δὲ τὸν Θηβαῖον τὸν νενικηκότα ταύτην τὴν Ὀλυμπιάδα λέγεται πρὸς ἵππον ἀθλητὴν δραμόντα νικῆσαι· τὸν δὲ δρόμον ἀπὸ τῆς Κορωνείας μέχρι τῆς Θηβαίων πόλεως γενέσθαι.
κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαίων φρουρούντων Ἔρρουκαν πόλιν Οὐόλσκων ἐπελθόντες οἱ πολέμιοι τῆς τε πόλεως ἐκράτησαν καὶ τῶν φρουρῶν τοὺς πλείστους ἀνεῖλαν.
τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν ἦν ἄρχων Εὐκλείδης, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διεδέξαντο χιλίαρχοι τέσσαρες, Πόπλιος Κορνήλιος, Νουμέριος Φάβιος, Λεύκιος Οὐαλέριος.
τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Βυζάντιοι πρὸς μὲν ἀλλήλους στασιάζοντες, πρὸς δὲ τοὺς παροικοῦντας Θρᾷκας πόλεμον ἔχοντες, κακῶς ἀπήλλαττον· οὐ δυνάμενοι δὲ λύσιν πορίσασθαι τῆς πρὸς ἀλλήλους φιλονεικίας, στρατηγὸν ᾐτήσαντο παρὰ Λακεδαιμονίων. ἐξέπεμψαν οὖν οἱ Σπαρτιᾶται Κλέαρχον καταστήσοντα τὰ κατὰ τὴν πόλιν·