Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

κατὰ δὲ τὴν Ἑλλάδα Λακεδαιμόνιοι καταλελυκότες τὸν Πελοποννησιακὸν πόλεμον ὁμολογουμένην ἔσχον τὴν ἡγεμονίαν καὶ τὴν κατὰ γῆν καὶ τὴν κατὰ θάλατταν. καταστήσαντες δὲ ναύαρχον Λύσανδρον, τούτῳ προσέταξαν ἐπιπορεύεσθαι τὰς πόλεις, ἐν ἑκάστῃ τοὺς παρʼ αὐτοῖς καλουμένους ἁρμοστὰς ἐγκαθιστάντα· ταῖς γὰρ δημοκρατίαις προσκόπτοντες οἱ Λακεδαιμόνιοι διʼ ὀλιγαρχίας ἐβούλοντο τὰς πόλεις διοικεῖσθαι.

ἔταξαν δὲ καὶ φόρους τοῖς καταπολεμηθεῖσι, καὶ τὸν πρὸ τοῦ χρόνον οὐ χρώμενοι νομίσματι, τότε συνήθροιζον ἐκ τοῦ φόρου κατʼ ἐνιαυτὸν πλείω τῶν χιλίων ταλάντων. ἐπεὶ δὲ τὰ κατὰ τὴν Ἑλλάδα πράγματα κατὰ τὴν ἰδίαν ἀξίαν διῴκησαν, ἀπέστειλαν Ἄριστον ἄνδρα τῶν ἐπιφανῶν εἰς Συρακούσας, τῷ μὲν λόγῳ προσποιούμενοι καταλύειν τὴν δυναστείαν, τῇ δʼ ἀληθείᾳ σπεύδοντες αὐξῆσαι τὴν τυραννίδα· ἤλπιζον γὰρ συγκατασκευάζοντες τὴν ἀρχὴν ὑπήκοον ἕξειν τὸν Διονύσιον διὰ τὰς εὐεργεσίας.

ὁ δʼ Ἄριστος καταπλεύσας εἰς Συρακούσας καὶ τῷ τυράννῳ λάθρᾳ περὶ τούτων διαλεχθείς, τούς τε Συρακοσίους ἀνασείων καὶ τὴν ἐλευθερίαν ἀποκαταστήσειν ἐπαγγειλάμενος, Νικοτέλην μὲν τὸν Κορίνθιον ἀνεῖλεν ἀφηγούμενον τῶν Συρακοσίων, τοὺς δὲ πιστεύσαντας προδοὺς τὸν μὲν τύραννον ἰσχυρὸν κατέστησε, διὰ δὲ τῆς πράξεως ταύτης ἀσχημονεῖν ἐποίησεν αὑτὸν ἅμα καὶ τὴν πατρίδα.

Διονύσιος δὲ τοὺς Συρακοσίους ἐπὶ τὸν θερισμὸν ἀποστείλας ἐπῆλθε τὰς οἰκίας, καὶ τὰ μὲν ὅπλα πάντων ἀφείλετο, μετὰ δὲ ταῦθʼ ἕτερον τεῖχος ᾠκοδόμει περὶ τὴν ἀκρόπολιν, καὶ ναῦς τε κατεσκευάζετο, συνῆγε δὲ καὶ μισθοφόρων πλῆθος, καὶ τὰ λοιπὰ παρεσκευάζετο πρὸς τὴν ἀσφάλειαν τῆς τυραννίδος, ὡς ἂν ἔργοις ἤδη πεῖραν εἰληφὼς ὅτι πᾶν ὑπομένουσιν οἱ Συρακόσιοι χάριν τοῦ μὴ δουλεύειν.

τούτων δὲ πραττομένων Φαρνάβαζος ὁ Δαρείου τοῦ βασιλέως σατράπης Ἀλκιβιάδην τὸν Ἀθηναῖον συλλαβὼν ἀνεῖλε, χαρίσασθαι βουλόμενος Λακεδαιμονίοις. τοῦ δʼ Ἐφόρου διʼ ἄλλας αἰτίας ἐπιβουλευθῆναι γεγραφότος, οὐκ ἄχρηστον εἶναι νομίζω παραθεῖναι τὴν παραδοθεῖσαν ὑπὸ τοῦ συγγραφέως ἐπιβουλὴν κατʼ Ἀλκιβιάδου.

φησὶ γὰρ κατὰ τὴν ἑπτακαιδεκάτην βίβλον Κῦρον μὲν καὶ Λακεδαιμονίους λάθρᾳ παρασκευάζεσθαι ἅμα πολεμεῖν πρὸς Ἀρταξέρξην τὸν ἀδελφόν, Ἀλκιβιάδην δὲ διά τινων αἰσθόμενον τὴν Κύρου προαίρεσιν ἐλθεῖν πρὸς Φαρνάβαζον καὶ περὶ τούτων ἐξηγήσασθαι κατὰ μέρος, ἀξιῶσαι δὲ αὐτὸν δοῦναι ἀναβάσεως ὁδηγὸν πρὸς Ἀρταξέρξην· βούλεσθαι γὰρ ἐμφανίσαι πρῶτον τὴν ἐπιβουλὴν τῷ βασιλεῖ.