Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
Λεωνίδης δὲ τὴν ἑτοιμότητα τῶν στρατιωτῶν ἀποδεξάμενος, τούτοις παρήγγειλε ταχέως ἀριστοποιεῖσθαι, ὡς ἐν ᾅδου δειπνησομένους· αὐτὸς δʼ ἀκολούθως τῇ παραγγελίᾳ τροφὴν προσηνέγκατο, νομίζων οὕτω δυνήσεσθαι πολὺν χρόνον ἰσχύειν καὶ φέρειν τὴν ἐν τοῖς κινδύνοις ὑπομονήν. ἐπεὶ δὲ συντόμως ἀναλαβόντες αὑτοὺς ἕτοιμοι πάντες ὑπῆρξαν, παρήγγειλε τοῖς στρατιώταις εἰσπεσόντας εἰς τὴν παρεμβολὴν φονεύειν τοὺς ἐντυγχάνοντας καὶ ἐπʼ αὐτὴν ὁρμῆσαι τὴν τοῦ βασιλέως σκηνήν.
οὗτοι μὲν οὖν ἀκολούθως ταῖς παραγγελίαις συμφράξαντες νυκτὸς εἰσέπεσον εἰς τὴν τῶν Περσῶν στρατοπεδείαν, προκαθηγουμένου τοῦ Λεωνίδου· οἱ δὲ βάρβαροι διά τε τὸ παράδοξον καὶ τὴν ἄγνοιαν μετὰ πολλοῦ θορύβου συνέτρεχον ἐκ τῶν σκηνῶν ἀτάκτως, καὶ νομίσαντες τοὺς μετὰ τοῦ Τραχινίου πορευομένους ἀπολωλέναι καὶ τὴν δύναμιν ἅπασαν τῶν Ἑλλήνων παρεῖναι, κατεπλάγησαν.
διὸ καὶ πολλοὶ μὲν ὑπὸ τῶν περὶ τὸν Λεωνίδην ἀνῃροῦντο, πλείους δὲ ὑπὸ τῶν ἰδίων ὡς ὑπὸ πολεμίων διὰ τὴν ἄγνοιαν ἀπώλοντο. ἥ τε γὰρ νὺξ ἀφῃρεῖτο τὴν ἀληθινὴν ἐπίγνωσιν, ἥ τε ταραχὴ καθʼ ὅλην οὖσα τὴν στρατοπεδείαν εὐλόγως πολὺν ἐποίει φόνον· ἔκτεινον γὰρ ἀλλήλους, οὐ διδούσης τῆς περιστάσεως τὸν ἐξετασμὸν ἀκριβῆ διὰ τὸ μήτε ἡγεμόνος παραγγελίαν μήτε συνθήματος ἐρώτησιν μήτε ὅλως διανοίας κατάστασιν ὑπάρχειν.
εἰ μὲν οὖν ὁ βασιλεὺς ἔμεινεν ἐπὶ τῆς βασιλικῆς σκηνῆς, ῥᾳδίως ἂν καὶ αὐτὸς ὑπὸ τῶν Ἑλλήνων ἀνῄρητο καὶ ὁ πόλεμος ἅπας ταχείας ἂν ἐτετεύχει καταλύσεως· νῦν δʼ ὁ μὲν Ξέρξης ἦν ἐκπεπηδηκὼς πρὸς τὴν ταραχήν, οἱ δʼ Ἕλληνες εἰσπεσόντες εἰς τὴν σκηνὴν τοὺς ἐγκαταληφθέντας ἐν αὐτῇ σχεδὸν ἅπαντας ἐφόνευσαν.
τῆς δὲ νυκτὸς καθεστώσης ἐπλανῶντο καθʼ ὅλην τὴν παρεμβολὴν ζητοῦντες τὸν Ξέρξην εὐλόγως· ἡμέρας δὲ γενομένης καὶ τῆς ὅλης περιστάσεως δηλωθείσης, οἱ μὲν Πέρσαι θεωροῦντες ὀλίγους ὄντας τοὺς Ἕλληνας, κατεφρόνησαν αὐτῶν, καὶ κατὰ στόμα μὲν οὐ συνεπλέκοντο, φοβούμενοι τὰς ἀρετὰς αὐτῶν, ἐκ δὲ τῶν πλαγίων καὶ ἐξόπισθεν περιιστάμενοι καὶ πανταχόθεν τοξεύοντες καὶ ἀκοντίζοντες ἅπαντας ἀπέκτειναν. οἱ μὲν οὖν μετὰ Λεωνίδου τὰς ἐν Θερμοπύλαις παρόδους τηροῦντες τοιοῦτον ἔσχον τοῦ βίου τὸ τέλος.
ὧν τὰς ἀρετὰς τίς οὐκ ἂν θαυμάσειεν; οἵτινες μιᾷ γνώμῃ χρησάμενοι τὴν μὲν ἀφωρισμένην τάξιν ὑπὸ τῆς Ἑλλάδος οὐκ ἔλιπον, τὸν ἑαυτῶν δὲ βίον προθύμως ἐπέδωκαν εἰς τὴν κοινὴν τῶν Ἑλλήνων σωτηρίαν, καὶ μᾶλλον εἵλοντο τελευτᾶν καλῶς ἢ ζῆν αἰσχρῶς. καὶ τὴν τῶν Περσῶν δὲ κατάπληξιν οὐκ ἄν τις ἀπιστήσαι γενέσθαι.
τίς γὰρ ἂν τῶν βαρβάρων ὑπέλαβε τὸ γεγενημένον; τίς δʼ ἂν προσεδόκησεν ὅτι πεντακόσιοι τὸν ἀριθμὸν ὄντες ἐτόλμησαν ἐπιθέσθαι ταῖς ἑκατὸν μυριάσι; διὸ καὶ τίς οὐκ ἂν τῶν μεταγενεστέρων ζηλώσαι τὴν ἀρετὴν τῶν ἀνδρῶν, οἵτινες τῷ μεγέθει τῆς περιστάσεως κατεσχημένοι τοῖς μὲν σώμασι κατεπονήθησαν, ταῖς δὲ ψυχαῖς οὐχ ἡττήθησαν; τοιγαροῦν οὗτοι μόνοι τῶν μνημονευομένων κρατηθέντες ἐνδοξότεροι γεγόνασι τῶν ἄλλων τῶν τὰς καλλίστας νίκας ἀπενηνεγμένων. χρὴ γὰρ οὐκ ἐκ τῶν ἀποτελεσμάτων κρίνειν τοὺς ἀγαθοὺς ἄνδρας, ἀλλʼ ἐκ τῆς προαιρέσεως· τοῦ μὲν γὰρ ἡ τύχη κυρία, τοῦ δʼ ἡ προαίρεσις δοκιμάζεται.