Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τούτων δὲ μετὰ μεγάλης συστροφῆς καὶ βίας ἐπιρραξάντων τοῖς Ἕλλησιν, οἱ περὶ Λεωνίδην τότε συμφράξαντες καὶ τείχει παραπλησίαν ποιησάμενοι τὴν σύστασιν ἐκθύμως ἠγωνίζοντο. ἐπὶ τοσοῦτο δὲ προέβησαν ταῖς προθυμίαις, ὥστε τοὺς εἰωθότας ἐκ διαδοχῆς μεταλαμβάνειν τῆς μάχης οὐ συνεχώρησαν, ἀλλὰ τῇ συνεχείᾳ τῆς κακοπαθείας περιγενόμενοι πολλοὺς ἀνῄρουν τῶν ἐπιλέκτων βαρβάρων.

ἐνημερεύοντες δὲ τοῖς κινδύνοις ἡμιλλῶντο πρὸς ἀλλήλους· οἱ μὲν γὰρ πρεσβύτεροι πρὸς τὰς τῶν νέων ἀκμὰς παρεβάλλοντο, οἱ δὲ νεώτεροι πρὸς τὰς τῶν πρεσβυτέρων ἐμπειρίας τε καὶ δόξας ἡμιλλῶντο. τέλος δὲ φευγόντων καὶ τῶν ἐπιλέκτων, οἱ τὴν ἐπιτεταγμένην στάσιν ἔχοντες τῶν βαρβάρων συμφράξαντες οὐκ εἴων φεύγειν τοὺς ἐπιλέκτους· διόπερ ἠναγκάζοντο πάλιν ἀναστρέφειν καὶ μάχεσθαι.

ἀπορουμένου δὲ τοῦ βασιλέως καὶ νομίζοντος μηδένα τολμήσειν ἔτι μάχεσθαι, ἧκε πρὸς αὐτὸν Τραχίνιός τις τῶν ἐγχωρίων, ἔμπειρος ὢν τῆς ὀρεινῆς χώρας. οὗτος τῷ Ξέρξῃ προσελθὼν ἐπηγγείλατο διά τινος ἀτραποῦ στενῆς καὶ παρακρήμνου τοὺς Πέρσας ὁδηγήσειν, ὥστε γενέσθαι τοὺς συνελθόντας αὐτῷ κατόπιν τῶν περὶ τὸν Λεωνίδην, καὶ τούτῳ τῷ τρόπῳ περιληφθέντας αὐτοὺς εἰς τὸ μέσον ῥᾳδίως ἀναιρεθήσεσθαι.

ὁ δὲ βασιλεὺς περιχαρὴς ἐγένετο, καὶ τιμήσας δωρεαῖς τὸν Τραχίνιον συνεξέπεμψεν αὐτῷ στρατιώτας δισμυρίους νυκτός. τῶν δὲ παρὰ τοῖς Πέρσαις τις ὄνομα Τυρραστιάδας, τὸ γένος ὢν Κυμαῖος, φιλόκαλος δὲ καὶ τὸν τρόπον ὢν ἀγαθός, διαδρὰς ἐκ τῆς τῶν Περσῶν παρεμβολῆς νυκτὸς ἧκε πρὸς τοὺς περὶ τὸν Λεωνίδην, καὶ τὰ περὶ τὸν Τραχίνιον ἀγνοοῦσιν ἐδήλωσεν.

ἀκούσαντες δʼ οἱ Ἕλληνες συνήδρευσαν περὶ μέσας νύκτας καὶ ἐβουλεύοντο περὶ τῶν ἐπιφερομένων κινδύνων. ἔνιοι μὲν οὖν ἔφασαν δεῖν παραχρῆμα καταλιπόντας τὰς παρόδους διασώζεσθαι πρὸς τοὺς συμμάχους· ἀδύνατον γὰρ εἶναι τοῖς μείνασι τυχεῖν σωτηρίας· Λεωνίδης δὲ ὁ βασιλεὺς τῶν Λακεδαιμονίων φιλοτιμούμενος αὑτῷ τε δόξαν περιθεῖναι μεγάλην καὶ τοῖς Σπαρτιάταις, προσέταξε τοὺς μὲν ἄλλους Ἕλληνας ἅπαντας ἀπιέναι καὶ σώζειν ἑαυτούς, ἵνα κατὰ τὰς ἄλλας μάχας συναγωνίζωνται τοῖς Ἕλλησιν, αὐτοὺς δὲ τοὺς Λακεδαιμονίους ἔφησε δεῖν μένειν καὶ τὴν φυλακὴν τῶν παρόδων μὴ λιπεῖν· πρέπειν γὰρ τοὺς ἡγουμένους τῆς Ἑλλάδος ὑπὲρ τῶν πρωτείων ἀγωνιζομένους ἀποθνήσκειν ἑτοίμως.

εὐθὺς οὖν οἱ μὲν ἄλλοι πάντες ἀπηλλάγησαν, ὁ δὲ Λεωνίδης μετὰ τῶν πολιτῶν ἡρωικὰς πράξεις καὶ παραδόξους ἐπετελέσατο. ὀλίγων δʼ ὄντων Λακεδαιμονίων, Θεσπιεῖς γὰρ μόνους παρακατέσχε, καὶ τοὺς σύμπαντας ἔχων οὐ πλείους τῶν πεντακοσίων, ἕτοιμος ἦν ὑποδέξασθαι τὸν ὑπὲρ τῆς Ἑλλάδος θάνατον.

μετὰ δὲ ταῦτα οἱ μὲν μετὰ τοῦ Τραχινίου Πέρσαι περιελθόντες τὰς δυσχωρίας ἄφνω τοὺς περὶ τὸν Λεωνίδην ἀπέλαβον εἰς τὸ μέσον, οἱ δʼ Ἕλληνες τὴν μὲν σωτηρίαν ἀπογνόντες, τὴν δʼ εὐδοξίαν ἑλόμενοι, μιᾷ φωνῇ τὸν ἡγούμενον ἠξίουν ἄγειν ἐπὶ τοὺς πολεμίους, πρὶν ἢ γνῶναι τοὺς Πέρσας τὴν τῶν ἰδίων περίοδον.