Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τίς γὰρ ἂν ἐκείνων ἀμείνους ἄνδρας κρίνειεν, οἵτινες οὐδὲ τῷ χιλιοστῷ μέρει τῶν πολεμίων ἴσοι τὸν ἀριθμὸν ὄντες ἐτόλμησαν τοῖς ἀπιστουμένοις πλήθεσι παρατάξαι τὴν ἑαυτῶν ἀρετήν; οὐ κρατήσειν τῶν τοσούτων μυριάδων ἐλπίζοντες, ἀλλʼ ἀνδραγαθίᾳ τοὺς πρὸ αὐτῶν ἅπαντας ὑπερβαλεῖν νομίζοντες, καὶ τὴν μὲν μάχην αὑτοῖς εἶναι κρίνοντες πρὸς τοὺς βαρβάρους, τὸν ἀγῶνα δὲ καὶ τὴν ὑπὲρ τῶν ἀριστείων κρίσιν πρὸς ἅπαντας τοὺς ἐπʼ ἀρετῇ θαυμαζομένους ὑπάρχειν.

μόνοι γὰρ τῶν ἐξ αἰῶνος μνημονευομένων εἵλοντο μᾶλλον τηρεῖν τοὺς τῆς πόλεως νόμους ἢ τὰς ἰδίας ψυχάς, οὐ δυσφοροῦντες ἐπὶ τῷ μεγίστους ἑαυτοῖς ἐφεστάναι κινδύνους, ἀλλὰ κρίνοντες εὐκταιότατον εἶναι τοῖς ἀρετὴν ἀσκοῦσι τοιούτων ἀγώνων τυγχάνειν.

δικαίως δʼ ἄν τις τούτους καὶ τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας αἰτίους ἡγήσαιτο ἢ τοὺς ὕστερον ἐν ταῖς πρὸς Ξέρξην μάχαις νικήσαντας· τούτων γὰρ τῶν πράξεων μνημονεύοντες οἱ μὲν βάρβαροι κατεπλάγησαν, οἱ δὲ Ἕλληνες παρωξύνθησαν πρὸς τὴν ὁμοίαν ἀνδραγαθίαν.

καθόλου δὲ μόνοι τῶν πρὸ ἑαυτῶν διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς εἰς ἀθανασίαν μετήλλαξαν. διόπερ οὐχ οἱ τῶν ἱστοριῶν συγγραφεῖς μόνον, ἀλλὰ πολλοὶ καὶ τῶν ποιητῶν καθύμνησαν αὐτῶν τὰς ἀνδραγαθίας· ὧν γέγονε καὶ Σιμωνίδης, ὁ μελοποιός, ἄξιον τῆς ἀρετῆς αὐτῶν ποιήσας ἐγκώμιον, ἐν ᾧ λέγει

  1. τῶν ἐν Θερμοπύλαις θανόντων
  2. εὐκλεὴς μὲν ἁ τύχα, καλὸς δʼ ὁ πότμος,
  3. βωμὸς δʼ ὁ τάφος, πρὸ γόων δὲ μνᾶστις, ὁ δʼ οἶτος ἔπαινος.
  4. ἐντάφιον δὲ τοιοῦτον οὔτʼ εὐρὼς
  5. οὔθʼ ὁ πανδαμάτωρ ἀμαυρώσει χρόνος.
  6. ἀνδρῶν ἀγαθῶν ὅδε σηκὸς οἰκέταν εὐδοξίαν
  7. Ἑλλάδος εἵλετο. μαρτυρεῖ δὲ καὶ Λεωνίδας
  8. ὁ Σπάρτας βασιλεύς, ἀρετᾶς μέγαν λελοιπὼς
  9. κόσμον ἀέναόν τε κλέος.
Simonides fr. 1 (Bergk)

ἡμεῖς δὲ ἀρκούντως περὶ τῆς τούτων τῶν ἀνδρῶν ἀρετῆς εἰρηκότες ἐπάνιμεν ἐπὶ τὰ συνεχῆ τοῖς εἰρημένοις. Ξέρξης γὰρ τῶν παρόδων τὸν εἰρημένον τρόπον κρατήσας καὶ κατὰ τὴν παροιμίαν τὴν Καδμείαν νίκην νενικηκώς, ὀλίγους μὲν τῶν πολεμίων ἀνεῖλε, πολλαπλασίους δὲ τῶν ἰδίων ἀπώλεσεν. ἐπεὶ δὲ πεζῇ τῶν παρόδων ἐκυρίευσε, τῶν κατὰ τὴν θάλατταν ἀγώνων ἔκρινε λαμβάνειν πεῖραν.

εὐθὺς οὖν τὸν ἀφηγούμενον τοῦ στόλου Μεγαβάτην προσκαλεσάμενος διεκελεύσατο πλεῖν ἐπὶ τὸ τῶν Ἑλλήνων ναυτικὸν καὶ πειρᾶσθαι παντὶ τῷ στόλῳ ναυμαχεῖν πρὸς τοὺς Ἕλληνας.

ὁ δὲ ταῖς τοῦ βασιλέως παραγγελίαις ἀκολουθῶν ἐκ Πύδνης τῆς Μακεδονικῆς ἀνήχθη παντὶ τῷ στόλῳ, καὶ κατέπλευσε τῆς Μαγνησίας πρὸς ἄκραν τὴν ὀνομαζομένην Σηπιάδα. ἐνταῦθα δὲ μεγάλου πνεύματος ἐπιγενομένου ἀπέβαλε ναῦς μακρὰς μὲν ὑπὲρ τὰς τριακοσίας, ἱππαγωγοὺς δὲ καὶ τῶν ἄλλων παμπληθεῖς. λήξαντος δὲ τοῦ πνεύματος ἀναχθεὶς κατέπλευσεν εἰς Ἀφέτας τῆς Μαγνησίας. ἐκεῖθεν δὲ διακοσίας τριήρεις ἐξέπεμψε, προστάξας τοῖς ἡγεμόσι περιπλεῦσαι καὶ τὴν Εὔβοιαν δεξιὰν λαβόντας κυκλώσασθαι τοὺς πολεμίους.