Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

Ἱστιαῖος δὲ βουλόμενος τῷ Ἀρισταγόρᾳ σημῆναι ἀποστῆναι, ἄλλως μὲν οὐδαμῶς εἶχεν ἀσφαλῶς δηλῶσαι, ἅτε φυλασσομένων τῶν ὁδῶν καὶ οὐκ εὔπορον ὂν γράμματα λαθεῖν φέροντα, τῶν δὲ δούλων τὸν πιστότατον ἀποξυρήσας ἔστιξεν καὶ ἐπέσχεν ἕως ἀνέφυσαν αἱ τρίχες.

ὡς δὲ ἀνέφυσαν τάχιστα, ἔπεμπεν εἰς Μίλητον, ἐπιστείλας τῷ ἐπεστιγμένῳ ἄλλο μὲν οὐδέν, ἐπειδὰν δʼ ἀφίκηται εἰς Μίλητον πρὸς Ἀρισταγόραν, κελεύειν ξυρήσαντα κατιδεῖν εἰς τὴν κεφαλήν. τὰ δὲ στίγματα ἐσήμαινεν ἃ ἔδει ποιεῖν.

Γράφειν δὲ καὶ ὧδε. προσυνθέμενον τὰ φωνήεντα γράμματα ἐν κεντήμασι τίθεσθαι, ὁπόστον δʼ ἂν τύχῃ ἕκαστον ὄν, ἐν τοῖς γραφομένοις τοσαύτας στιγμὰς εἶναι.

οἷον τόδε·

Διονύσιος κόλος

Δ:::·:Ν:::Σ:::·:ΣΚ·Λ:·:Σ

Ἡρακλείδας ἡκέτω

:·Ρ·ΚΛ··::Δ·Σ:·Κ··Τ:::·

καὶ τόδε ἄλλο· ἀντὶ τῶν φωνηέντων γραμμάτων τίθεσθαι ὅ τι δή. καὶ τάδε· τὰ πεμπόμενα γράμματα εἴς τινα τόπον --- τῷ πεμπομένῳ δῆλον γίγνεσθαι ἐλθόντος τοῦ ἀνθρώπου εἰς τὴν πόλιν καὶ πωλοῦντός τι ἢ ὠνουμένου, ὅτι ἥκει αὐτῷ γράμματα καὶ κεῖται ἐν τῷ προρρηθέντι τόπῳ. καὶ οὕτως οὔτε ὁ φέρων οἶδεν ὅτῳ ἠνέχθη οὔτε ὁ λαβὼν γνωστὸς ἔσται ὅτι ἔχει. πολλοὶ δὲ κατʼ Ἤπειρον κυσὶν ἐχρησαντο ὧδε.