Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

Μαρτύριον δὲ ὅτι τὰ εἰσπεμπόμενα μετὰ ἐπιβουλῆς χαλεπὸν φυλάξαι. οἱ γοῦν περὶ Ἴλιον ἄνθρωποι καὶ ἐκ τοσούτου χρόνου καὶ οὕτω διατεταμένοι οὔπω δύνανται φυλάξαι μὴ εἰσελθεῖν αὐτοῖς τὰς Λοκρίδας· καίτοι τοσοῦτον αὐτοῖς ἐστιν ἡ σπουδὴ καὶ ἡ φυλακή. ἀλλʼ ὀλίγοι, προσέχοντες τῷ λαθεῖν, λανθάνουσιν ἀνὰ ἔτεα πολλὰ εἰσάγοντες σώματα.

παρὰ δὲ τοῖς παλαιοτέροις καὶ τοιόνδε ποτὲ ἐτεχνάσθη. Ποτίδαιαν γὰρ θέλων προδοῦναι Τιμόξενος Ἀρταβάζῳ προσυνέθεντο ἀλλήλοις ὁ μὲν τῆς πόλεώς τι χωρίον,

ὁ δὲ τοῦ στρατοπέδου, εἰς ὅπερ ἐτόξευον πᾶν ὅ τι ἤθελον ἀλλήλοις ἐμφανίσαι. ἐτεχνάζετο δὲ ὧδε· τοῦ τοξεύματος περὶ τὰς γλυφίδας ἑλίξαντες τὸ βιβλίον καὶ πτερώσαντες ἐτόξευον εἰς τὰ προσυγκείμενα χωρία.

ἐγένετο δὲ καταφανὴς ὁ Τιμόξενος προδιδοὺς τὴν Ποτίδαιαν· τοξεύων γὰρ ὁ Ἀρτάβαζος εἰς τὸ προσυγκείμενον, ἁμαρτὼν τοῦ χωρίου διὰ πνεῦμα καὶ φαύλην

πτέρωσιν, βάλλει ἀνδρὸς Ποτιδαιάτου τὸν ὦμον, τὸν δὲ βληθέντα περιέδραμεν ὄχλος, οἷα φιλεῖ γίγνεσθαι ἐν τῷ πολέμῳ· αὐτίκα δὲ τὸ τόξευμα λαβόντες ἔφερον ἐπὶ τοὺς στρατηγούς, καὶ οὕτως καταφανὴς ἐγένετο ἡ πρᾶξις.