Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

ἀπαγαγόντες δέσμιον περιέθηκαν περὶ τὸν αὐχένα ἱμάντα, ἐν ᾧ ἐπιστολὴ ἐνέρραπτο. εἶτα ἀφῆκαν νυκτὸς ἢ μεθʼ ἡμέραν πρὸς ὃν ἐξ ἀνάγκης ἔμελλεν ἥξειν ὅθεν ἀπήχθη. ἔστι δὲ τοῦτο καὶ Θεσσαλόν.

Χρὴ δὲ τὰς παραγιγνομένας εὐθὺς ἀνοίγειν δέλτους. Ἀστυάνακτι δὴ τυράννῳ Λαμψάκου πεμφθείσης ἐπιστολῆς ἐν ᾗ γεγραμμένα ἦν μηνύοντα τὴν ἐπιβουλὴν ἀφʼ ἧς ἀνῃρέθη, παρὰ τὸ μὴ εὐθὺς ἀνοῖξαι καὶ ἀναγνῶναι τὰ γεγραμμένα ἀλλὰ ἀμελήσαντος αὐτοῦ, πρὸς ἄλλοις δὲ γενομένου πρότερον, διεφθάρη, τὴν ἐπιστολὴν ἔχων περὶ τοὺς δακτύλους.

διὰ τὴν αὐτὴν αἰτίαν καὶ ἐν Θήβαις ἡ Καδμεία κατελήφθη, τῆς τε Λέσβου ἐν Μυτιλήνῃ παραπλήσια τούτοις ἐπράχθη.

Γλοῦς δὲ βασιλέως ναύαρχος παρὰ βασιλέα ἀναβάς, ἐπεὶ οὐχ οἷόν τε ἦν ὑπομνήματα ἐν βιβλίῳ ἔχοντα εἰσιέναι παρὰ βασιλέα (ἦν δὲ αὐτῷ περὶ πολλῶν τε καὶ μεγάλων διαμνημονευτέον), ἐγράψατο εἰς τὰ διαστήματα τῆς χειρὸς τῶν δακτύλων περὶ ὧν ῥητέον ἦν αὐτῷ.

Περὶ τὴν τῶν τοιούτων ἐπιμέλειαν τῷ πυλωρῷ πονητέον, ὡς ἂν μηδὲν λανθάνῃ εἰς τὴν πόλιν εἰσφερόμενον μήτε ὅπλον μήτε γράμματα.