Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

εὐτρεπέστερον δʼ ἂν τοῦτο γίγνοιτο ξύλου ὡς σπιθαμιαίου τρυπηθέντος ὅσα γε τὰ στοιχεῖα τῶν γραμμάτων· ἔπειτα ὡσαύτως ἐνείρειν τὸ λίνον εἰς τὰ τρυπήματα. ὅπου δʼ ἂν εἰς τὸ αὐτὸ τρύπημα συμβῇ δὶς ἐνείρεσθαι, ὥσπερ τὸ αὐτὸ γράμμα δὶς ἐφεξῆς γράφεσθαι, προπεριελίξαντα τὸ λίνον περὶ τὸ ξύλον ἐνείρειν. γίγνοιτο δʼ ἂν καὶ ὥδε.

ἀντὶ τοῦ ἀστραγάλου καὶ ξύλου ποιήσαντα κύκλον ξύλινον λεᾶναι, καὶ τρῆσαι ἐφεξῆς κύκλῳ τὰ στοιχεῖα τῶν γραμμάτων τέτταρα καὶ εἴκοσι· ὑποψίας δʼ ἕνεκεν καὶ ἄλλα ἐν μέσῳ τοῦ κύκλου τρυπῆσαι, ἔπειτα οὕτω εἰς τὰ στοιχεῖα ἐφεξῆς ὄντα τὸ λίνον ἐνείρειν.

ὅταν δὲ δὶς τὸ αὐτὸ γράμμα συμβαίνῃ γράφειν, ἐκ τῶν ἐν μέσῳ τρυπημάτων προενείραντα εἰς τὸ αὐτὸ γράμμα ἐνεῖραι· γράμμα δὲ λέγω τὸ τρύπημα.

Ἤδη δέ τινες εἴς τι βιβλίον γράψαντες ὡς λεπτότατον μακροὺς στίχους καὶ λεπτὰ γράμματα, ἵνʼ ὡς εὐογκοτάτη γένηται ἡ ἐπιστολή, εἶτα ἐπὶ τῷ ὤμῳ τοῦ χιτῶνος ὑποθέντες καὶ ἀποπτύξαντες τοῦ χιτωνίσκου ἐπὶ τῷ ὤμῳ, ἀνύποπτος δὴ δοκεῖ

εἶναι ἡ κομιδὴ τῆς ἐπιστολῆς καὶ ἐνδεδυκότος τινὸς τὸν χιτωνίσκον καὶ οὕτω φερομένου.