Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

ὃν δὲ δεῖ ἀναγνῶναι τὰ γεγραμμένα, χρὴ ἐλθόντα εἰς τὸ ἱερὸν καὶ γνόντα τὸ πινάκιον συσσήμῳ τινὶ προσυγκειμένῳ, ἀπενέγκαντα εἰς οἶκον θεῖναι εἰς ἔλαιον· πάντα οὖν τὰ γεγραμμένα φανεῖται.

Πασῶν δὲ ἀδηλοτάτη πέμψις, πραγματωδεστάτη δὲ νῦν μοι ἡ δι’ ἀγραμμάτων ἐμφανισθήσεται·

ἔστι δὲ τοιάδε. ἀστράγαλον εὐμεγέθη τρυπῆσαι τρυπήματα εἴκοσι καὶ τέτταρα, ἓξ εἰς ἑκάστην

πλευρὰν τοῦ ἀστραγάλου· ἔστω δὲ τὰ τρυπήματα τοῦ ἀστραγάλου στοιχεῖα.

διαμνημόνευε δʼ ἀφʼ ἧς ἂν πλευρᾶς ἄρξῃ τὸ ἄλφα καὶ τὰ ἐχόμενα ἅπερ ἐν ἑκάστῃ πλευρᾷ γέγραπται. μετὰ δὲ ταῦτα, ὅταν τινὰ θέλῃς ἐν αὐτοῖς τίθεσθαι λόγον, λίνον διείρειν, οἷον, ἐὰν θέλῃς Αἰνείαν δηλοῦν ἐν τῇ διέρσει τοῦ λίνου ἀρξάμενος ἐκ τῆς πλευρᾶς τοῦ ἀστραγάλου ἐν ᾗ τὸ ἄλφα ἐστίν, δίειρον, καὶ παρελθὼν τὰ ἐχόμενα τούτου παραγράμματα, ὅταν ἔλθῃς εἰς πλευρὰν οὗ τὸ ἰῶτά ἐστιν, δίειρον πάλιν, παρεὶς δὲ τούτου τὰ ἐχόμενα, ὅπου συμβαίνει τὸ νῦ εἶναι, δίειρον καὶ πάλιν παρεὶς τὰ ἐχόμενα τούτου, ὅπου τὸ εἶ ἐστιν, δίειρον τὸ λίνον, καὶ οὕτω τὰ ἐπίλοιπα τοῦ λόγου ἀντιγράφων ἔνειρε εἰς τὰ τρυπήματα,

ὥσπερ ὃ ἄρτι ἐθέμεθα ὄνομα. ἔσται οὖν περὶ τὸν ἀστράγαλον ἀγαθὶς λίνου τετολοπευμένη, δεήσει δὲ τὸν ἀναγιγνώσκοντα ἀναγράφεσθαι εἰς δέλτον τὰ δηλούμενα γράμματα ἐκ τῶν τρυπημάτων. ἀνάπαλιν δὲ γίγνεται ἡ ἔξερσις τῇ

ἐνέρσει. διαφέρει δὲ οὐδὲν τὰ γράμματα ἀνάπαλιν γραφῆναι εἰς τὴν δέλτον· οὐδὲν γὰρ ἧττον γνωσθήσεται. καταμαθεῖν δὲ πλεῖον ἔργον ἐστὶν τὰ γεγραμμένα ἢ τὸ ἔργον αὐτὸ γενέσθαι.