Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

ἄριστον δὲ προπαρηγγέλθαι, καθʼ οὓς ἂν τῶν στρατιωτῶν γένηται φόβος, κατὰ χώραν τε ἠρεμεῖν καὶ ἀναβοᾶν παιᾶνα, ἢ λέγειν ὅτι εἴη πάνειον καὶ τὸν ἀκούοντα ἀεὶ τῷ πλησίον παραγγέλλειν.

καθʼ οὓς ἂν τοῦ στρατεύματος μὴ ἀντιπαιανίζωσιν, εἰδέναι

κατὰ τούτους τὸν φόβον ὄντα. ἐὰν δέ τι ὁ στρατηγὸς φοβερὸν αἴσθηται, τῇ σάλπιγγι σημαίνειν· τοῦτο δʼ ἔστω γνωστὸν ὅτι εἴη τὸ πολέμιον. μάχης δὲ γενομένης καὶ νικηθέντων ὡς τὰ πολλὰ γίγνονται φόβοι, ἐνίοτε μὲν καὶ ἡμέρας, καὶ νυκτὸς δὲ καὶ πάνυ.

ὡς δὲ οὖν ἧσσόν τι τοιοῦτον γενέσθαι, χρὴ εἰς τὴν νύκτα παρηγγέλθαι τοῖς στρατιώταις πᾶσι κατὰ τὰ ὅπλα εἶναι ὡς μάλιστα, ὡς ἐσόμενόν τι περὶ αὐτούς.

προειδότας οὖν εἰκός ἐστιν, ἐάν τι γίγνηται, μὴ ἀπροσδοκήτους προσπεσεῖν, μηδὲ ὑπὸ φόβων ἐξαπιναίων ταράσσεσθαι καὶ ἀπόλλυσθαι.