Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

Εὐφράτας δέ, ὁ Λακώνων ἁρμοστὴς ἐπὶ Θρᾴκης, ἐπεὶ αὐτῷ πυκνὰ ἐγίγνοντο ἐν τῷ στρατεύματι τὰς νύκτας φόβοι, καὶ οὐκ ἠδύναντο ἄλλῳ τρόπῳ παῦσαι, τοιόνδε παρήγγειλεν εἰς νύκτα.

ὅταν τις θόρυβος γίγνηται, ἀνακαθίζειν αὐτοὺς εὐθὺς πρὸς τὰ ὅπλα ἐν τῇ εὐνῇ, ἀνίστασθαι δὲ μηδένα ὀρθόν· ἂν δέ τις ἴδῃ τινὰ ὀρθόν, παρήγγειλεν ἐν πᾶσιν, ὥσπερ πολεμίῳ τῷ ἐπαναστάντι χρῆσθαι.

διὰ γὰρ τὸν φόβον τοῦ παραγγελθέντος οὐδένα ᾤετο ἀμνημονήσειν. πρὸς δὲ τούτοις, ὅπως ἀληθῶς τὸ παράγγελμα μετὰ φόβου ᾖ, γενομένου τινὸς θορύβου ἐπλήγη τις τῶν σπουδαιοτέρων ἀνδρῶν οὐχὶ θανατηφόρον, τῶν δὲ φαύλων τινὰ ὥστε καὶ ἀποθανεῖν.

συμβάντος δὲ τούτου ὑπήκουσάν τε οἱ ἄνθρωποι καὶ εὐλαβούμενοι

ἐπαύσαντο τῶν τε θορύβων καὶ τοῦ περιδεῶς ἐξανίστασθαι ἐκ τῶν κοιτῶν.