Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

λαμπτῆρας εἶναι προσυγκείμενον ἔστω πᾶσι τοῖς ἐπὶ τῷ τείχει φύλαξιν καὶ ἕνα πρὸς ὃν πάντες ἀνταροῦσιν οἱ προφύλακες· ἀειρέσθω δὲ ἐκ τόπου ὅθεν πάντες ὄψονται οἱ ἐπὶ τοῦ τείχους φύλακες.

ἐὰν δὲ μὴ ὑπάρχῃ ὁ τοιοῦτος τόπος, παρασκευασθήτω ἔκ τινων ὕψος ὡς μέγιστον. ἔπειτα ἀπὸ τούτου αἰρέσθω λαμπτήρ, καὶ πρὸς τοῦτον ἀνταίρεσθαι τοὺς ἄλλους καθʼ ἕνα ἕκαστον ἀφʼ ἑκάστου φυλακείου.

ἔπειτα ἀριθμεῖσθαι, καὶ οὕτως εἰδέναι εἰ πάντες ἦραν οἱ προφύλακες ἢ ἐκλείπει τις τῶν φυλάκων.

Τοὺς δὲ περὶ πόλιν ἢ στρατόπεδα ἐξαίφνης θορύβους καὶ φόβους γενομένους νυκτὸς ἢ μεθʼ ἡμέραν, ἅπερ ὑπό τινων καλεῖται πάνεια (ἔστιν δὲ τὸ ὄνομα Πελοποννήσιον καὶ μάλιστα Ἀρκαδικόν),

πρὸς ταῦτʼ οὖν τινες κελεύουσι, καταπαύειν θέλοντες αὐτά, προσυγκεῖσθαι τοῖς ἐν τῇ πόλει σημεῖα, ἃ ἰδόντες γνώσονται· γνώσονται δὲ ὅτι ἔστιν πάνειον ὧδε· αἰσθήσονται διὰ πυρός τι προσυγκείμενον ἐπὶ χώρου εὐκατόπτου πᾶσιν εἰς δύναμιν τοῖς ἐν τῇ πόλει.