Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

τοὺς δὲ τὴν πρώτην φυλακὴν περιοδεύοντας ἀδείπνους χρὴ περιοδεύειν· τυγχάνουσι γὰρ οἱ τὴν πρώτην προφυλάσσοντες ἀπὸ δείπνου ὄντες ῥᾳθυμοτέρως τε καὶ ἀκολαστοτέρως διακείμενοι.

περιοδεύειν δὲ ἄνευ λαμπτῆρος, ἂν μὴ λίαν χειμὼν ᾖ καὶ σκότος· εἰ δὲ μή, οὕτω ὁ λαμπτὴρ φεγγέτω, εἰς ὕψος μὲν μηδέν (κεκαλύφθω γάρ τινι), ἐπὶ δὲ τὴν γῆν καὶ τὰ πρὸ τῶν ποδῶν μόνον φεγγέτω.

ἐν ἱπποτροφούσῃ δὲ πόλει καὶ ἐν ἱππασίμῳ χειμῶνος ἱππεῦσι περιοδεύειν· ἐν γὰρ τοῖς ψύχεσιν καὶ πηλοῖς καὶ μήκεσι τῶν νυκτῶν θᾶσσον ἀνύοιτʼ ἂν ἡ περιοδεία.

ἐὰν δὲ ἅμα τούτοις

καὶ ἐπὶ τοῦ τείχους περιοδεύωσιν,--- ὥστε τινὰς μὲν τὰ ἔξω τοῦ τείχους ἐπισκοπεῖσθαι, τινὰς δὲ τὰ ἔσω·

ἔχειν δὲ καὶ περιοδεύοντας λίθους ἐν ταῖς σκοτειναῖς νυξὶ καὶ βάλλειν ἄλλην καὶ ἄλλην εἰς τὸ ἔξω μέρος τοῦ τείχους. οἱ δὲ οὐκ ἐπαινοῦσι τοῦτο διὰ τὰ προγεγραμμένα.

ἐν ὑποψίᾳ ὄντων ἀλλήλοις --- χρὴ δὲ τὰς περιοδείας εἶναι κάτω τοῦ τείχους, καὶ μὴ ἀναβαίνειν τοὺς περιόδους πλὴν τῶν φυλάκων.

Καὶ ἐὰν στράτευμα κεκακοπαθήκῃ μάχῃ λειφθέν, ἢ διὰ τὸ πλῆθος ἀποβαλεῖν νεκρῶν ἢ τραυματιῶν, ἢ συμμάχων ἀποστάσει ἢ δι’ ἄλλο τι σύμπτωμα ἀθυμῇ καὶ τεταπεινωμένον ᾖ, ἐπικίνδυνά τε ᾖ πολεμίων ἐγγὺς ὄντων, χρὴ τὰ προγεγραμμένα κατὰ τὰς φυλακὰς πράσσειν.

καὶ τὰς περιόδους ἐν τοῖς τοιούτοις καιροῖς πυκνάς τε χρὴ περιοδεύειν καὶ οὐ δεῖ προθυμεῖσθαι ἐν ταῖς περιοδείαις εὑρίσκειν τινὰς τῶν προφυλασσόντων ἀμελεστέρως διακειμένους διὰ ὕπνον ἢ κάματον· οὐ γὰρ συμφέρει οὕτω διακείμενον τὸ στράτευμα ἔτι ἀθυμότερον καθιστάναι (εἰκὸς δὲ ὅταν εὑρεθῇ αἰσχρόν τι ποιῶν ἀθυμεῖν), ἀλλὰ μᾶλλον πρὸς θεραπείαν τε καὶ ἀνάληψιν αὑτῶν τραπέσθαι.