Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

προενθυμεῖν δὲ τῶν κυνῶν, μὴ διὰ τὸν συριγμὸν ἀσύμφορον ἐξ αὐτῶν ᾖ. ἐχρήσαντο δὲ αὐτῷ καὶ ἐν Θήβαις ὅτε τὴν Καδμείαν καταλαβόντες ἐσκεδάσθησαν νυκτὸς καὶ ἠγνόησαν ἀλλήλους, πρὸς συριγμὸν δὲ συνελέγοντο.

τὰ δὲ συνθήματα ἐρωτᾶσθαι κοινῶς τοῖς τε περιοδεύουσι καὶ προφύλαξιν· οὐδὲν γὰρ προσήκει τὸν ἕτερον ἐρωτᾶν. ὡς γὰρ περίοδος καὶ πολέμιος ἂν ἐρωτῴη.

Ἔνιοι δὲ παρασυνθήμασι χρῶνται τῶν τε πανείων ἕνεκεν καὶ πρὸς τὸ γνωρίζειν μᾶλλον τοὺς φίλους.

εἶναι δὲ καὶ παρασυνθήματα ὡς ἰδιαίτατα καὶ δυσγνωστότατα τοῖς πολεμίοις. εἴη δʼ ἂν τὰ παρασυνθήματα τοιάδε. ἐν μὲν ταῖς σκοτειναῖς νυξὶν τό τε σύνθημα ἐρωτᾶν καὶ φωνεῖν τι, μᾶλλον δὲ καὶ ψόφον ἐμφανίσαι, τὸν δὲ ἐρωτώμενον τό τε σύνθημα ἀποκρίνεσθαι καὶ ἄλλο τι προσυγκείμενον φωνῆσαι ἢ ψόφον ἐμφανίσαι· ἐν δὲ τοῖς

φαεινοῖς χρόνοις τὸν μὲν ἐρωτῶντα τὸ σύνθημα τὸν πῖλον ἀφελέσθαι ἢ ἐν τῇ χειρὶ ἔχοντα ἐπιθέσθαι,

ἔστιν δὲ καὶ ἐπαγαγέσθαι τὸν πῖλον ἐπὶ τὸ πρόσωπον καὶ ἀπαγαγέσθαι ἀπὸ τοῦ προσώπου,

ἔτι δὲ καὶ τὸ δόρυ καταπῆξαι προσιόντα ἢ εἰς τὴν ἀριστερὰν παραλαβεῖν, ἢ ἔχειν ἐν τῇ χειρὶ ἄραντα ἢ ἀνελέσθαι, τὸν δὲ ἐρωτώμενον τό τε σύνθημα ἀποκρίνασθαι καὶ τούτων τι προσυγκείμενον ποιῆσαι.

Περιοδεύειν μὲν ἐν τοῖς κινδύνοις πρῶτον τῶν ἐν τῇ ἀγορᾷ ἠθροισμένων λόχων δύο ὑπὸ τὸ τεῖχος ἐναλλὰξ ἀλλήλοις, διεσκευασμένους τοῖς ὑπάρχουσιν ὅπλοις καὶ παρασυνθήμασιν, ὡς ἀκριβῶς ἐκ πλείονος διαγνῶναι ἑαυτούς.