Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

καὶ περιόδους ἐν τοῖς τοιούτοις καιροῖς ἐκ πλείονος χωρίου καταδήλους εἶναι προσιόντας τοῖς φύλαξι

φωνοῦντάς τι πόρρωθεν, ὅπως ἀνεγερθῇ ἐὰν καθεύδῃ ὁ προφύλαξ καὶ παρασκευάσηται ἀποκρίνεσθαι τὸ ἐρωτώμενον.

ἄριστον δὲ αὐτὸν τὸν στρατηγὸν ἐν τοῖς τοιούτοις καιροῖς ἐπιμελῶς ἑκάστην περιοδεύειν μετὰ τῶν αὐτῶν ἀπολέκτων ἀνδρῶν. ὑπεναντίως δὲ τούτοις διακειμένου στρατεύματος ἐπισπερχεστέρως τοὺς φύλακας ἐξετάζειν.

ἐφοδεύειν τε τὸν στρατηγὸν μηδέποτε τὴν αὐτὴν ὥραν ἀλλʼ ἀεὶ διαλλάσσοντα, ἵνα μὴ προειδότες σαφῶς ἐκ πολλοῦ χρόνου τὴν ἄφιξιν τοῦ στρατηγοῦ οἱ στρατιῶται ταύτην μάλιστα τὴν ὥραν φυλάσσωσιν.

Ἀποδέχονται δὲ τινες καὶ τόδε ἐπαγγελλομένων τινῶν καὶ κελευόντων. τὸν πολίταρχον, ἐὰν μὴ θέλῃ περιοδεύειν διὰ κόπον τινὰ ἢ ἀρρωστίαν, θέλῃ δὲ εἰδέναι τὸν μὴ φυλάσσοντα καθʼ ἑκάστην φυλακήν, τάδε ποιεῖν χρή·

λαμπτῆρας εἶναι προσυγκείμενον ἔστω πᾶσι τοῖς ἐπὶ τῷ τείχει φύλαξιν καὶ ἕνα πρὸς ὃν πάντες ἀνταροῦσιν οἱ προφύλακες· ἀειρέσθω δὲ ἐκ τόπου ὅθεν πάντες ὄψονται οἱ ἐπὶ τοῦ τείχους φύλακες.

ἐὰν δὲ μὴ ὑπάρχῃ ὁ τοιοῦτος τόπος, παρασκευασθήτω ἔκ τινων ὕψος ὡς μέγιστον. ἔπειτα ἀπὸ τούτου αἰρέσθω λαμπτήρ, καὶ πρὸς τοῦτον ἀνταίρεσθαι τοὺς ἄλλους καθʼ ἕνα ἕκαστον ἀφʼ ἑκάστου φυλακείου.

ἔπειτα ἀριθμεῖσθαι, καὶ οὕτως εἰδέναι εἰ πάντες ἦραν οἱ προφύλακες ἢ ἐκλείπει τις τῶν φυλάκων.

Τοὺς δὲ περὶ πόλιν ἢ στρατόπεδα ἐξαίφνης θορύβους καὶ φόβους γενομένους νυκτὸς ἢ μεθʼ ἡμέραν, ἅπερ ὑπό τινων καλεῖται πάνεια (ἔστιν δὲ τὸ ὄνομα Πελοποννήσιον καὶ μάλιστα Ἀρκαδικόν),