Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

γενομένου δὲ τούτου οἵ τε ἄρχοντες καὶ οἱ συνεθέλοντες τοὺς πολίτας παρεκάλουν εἰς βοήθειαν. ἐπειδὴ δʼ ἠθροίσθη τὸ πλῆθος τῶν πολιτῶν πρὸς τὰς πύλας σὺν ὅπλοις, τοιόνδε ἐτεχνάσαντο.

προεῖπον οἱ ἄρχοντες τοῖς ἠθροισμένοις ὅτι τρία μέρη αὐτοὺς γενομένους δεῖ ἐνεδρεῦσαι μικρὸν ἀπωτέρω τῆς πόλεως, παραγγείλαντες ἃ προσῆκεν πρὸς τὰ μέλλοντα, τοῖς δὲ ἀκούουσιν ἦν ἀνύποπτα.

καὶ τοὺς μὲν ἐξαγαγόντες ἐκάθισαν εἰς χωρία ἐπιτήδεια ὡς ἐνεδρεύσοντας τοῖς ἐμβεβληκόσι πολεμίοις· αὐτοὶ δὲ λαβόντες σώματα αὐτοῖς συνίστορα τῆς πράξεως προεπορεύοντο ὡς κατασκεψόμενοί τε τὰ ἀγγελλόμενα καὶ προκινδυνεύσοντες τῶν ἄλλων, ἵνα δῆθεν προαγάγοιεν τοὺς πολεμίους εἰς τὰς ἐνέδρας ὡς ὑποφεύγοντες.

πορευθέντες δὲ εἰς τόπον ὅπου ἦν αὐτοῖς ξενικὸν

προητοιμασμένον κρυφαίως κομισθέντες κατὰ θάλατταν, ἀναλαβόντες ἔφθασαν καὶ ἔλαθον εἰσαγαγόντες εἰς τὴν πόλιν κατʼ ἄλλας ὁδούς, ὡς τοὺς ἐπεξελθόντας πολίτας πάλιν ἀπαγαγόντες· τὴν δὲ πόλιν καταλαβόντες τοῖς ξένοις τῶν ἐν ταῖς πόλιν καταλαβόντες τοῖς ξένοις τῶν ἐν ταῖς ἐνέδραις ὄντων τοὺς μὲν ἐφυγάδευον, τοὺς δὲ ἐδέχοντο. διὸ δεῖ πάντα τὰ τοιαῦτα ὑποπτεύειν καὶ μὴ ἀλογίστως νύκτωρ εἰς πολεμίους ἔξοδον πλήθους ποιεῖσθαι.

Παραδιδόντα δὲ συνθήματα δεῖ προνοεῖν, ἐὰν τύχῃ τὸ στράτευμα μιγάδες ὄντες ἀπὸ πόλεων ἢ ἐθνῶν, ὅπως μή, ἂν παρέχῃ τὸ ἓν εἶδος δύο ὀνόματα, ἀμφιβόλως παραδοθήσεται, οἷον τάδε, Διόσκουροι Τυνδαρίδαι, περὶ ἑνὸς εἴδεος δύο ὀνόματα οὐ τὰ αὐτά·

καὶ ἄλλοτε δὲ Ἄρης Ἐνυάλιος, Ἀθηνᾶ Παλλάς, ξίφος ἐγχειρίδιον, λαμπὰς φῶς, καὶ ἄλλα ὁμότροπα τούτοις, ἅπερ δυσμνημόνευτά ἐστιν παρὰ τὰ νομιζόμενα ἑκάστῳ ἔθνει τῶν ἀνθρώπων καὶ βλάβην φέρει, ἐὰν κατὰ γλῶσσάν τις παραγγέλλῃ μᾶλλον ἢ κοινόν τι ἅπασιν.

ἐν μιγάσι δʼ οὖν ξένοις οὐ δεῖ τὰ τοιαῦτα παραγγέλλειν, οὐδὲ ἐν ἔθνεσι συμμάχοις. οἷον Χαριδήμῳ Ὠρείτῃ περὶ τὴν Αἰολίδα συνέβη, καταλαβόντι Ἴλιον τρόπῳ τοιῷδε.