Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

τῷ ἄρχοντι τοῦ Ἰλίου ἦν οἰκέτης ἐκπορευόμενος ἐπὶ λείαν ἀεί, καὶ μάλιστα ἐν ταῖς νυξὶν

ἐξεπορεύετο καὶ εἰσεπορεύετο εἰσάγων τὰ ἀγρευθέντα ἑκάστοτε.

ἐν δὲ τῷ χρόνῳ τούτῳ καταμαθὼν ὁ Χαρίδημος ταῦτα πράσσοντα οἰκειοῦται, καὶ εἰς λόγους κρυφαίους ἀφικόμενος διομολογεῖται, καὶ ἔπεισεν αὐτὸν ἐκπορευθῆναι ἐν ῥητῇ νυκτὶ ὡς ἐπὶ λείαν· μεθʼ ἵππου δὲ ἐκέλευσεν αὐτὸν ἐξελθεῖν ἐν τῇ νυκτί, ἵνα αἱ πύλαι αὐτῷ ἀνοιχθεῖεν, ἀλλὰ μὴ κατὰ τὴν διάδυσιν ἢ τὴν ἐκτομάδα πυλίδα ὥσπερ εἰώθει, εἰσέλθοι.

γενόμενος δʼ ἔξω καὶ διαλεχθεὶς τῷ Χαριδήμῳ ἔλαβεν παρʼ αὐτῶν ξένους ὡς τριάκοντα τεθωρακισμένους καὶ ἔχοντας ἐγχειρίδια καὶ ὅπλα καὶ περικεφαλαίας κρυφαίας.

ὡς ἀπήγαγέν τε οὖν αὐτοὺς ἐν τῇ νυκτὶ ἐν ἐσθῆτι φαύλῃ καὶ ἔκρυψε τὰ ὅπλα, καὶ ὁμοιώσας αἰχμαλώτοις, μετʼ ἄλλων γυναικῶν καὶ παιδαρίων, καὶ τούτων ὡς αἰχμαλώτων, εἰσεπορεύετο ἀνοιχθεισῶν αὐτῷ τῶν πυλῶν διὰ τὸν ἵππον.

ὅπου δὴ εὐθὺς οἱ εἰσελθόντες ἔργου εἴχοντο τὸν τε πυλωρὸν ἀποκτείναντες καὶ εἰς ἄλλας ξένας πράξεις ὁρμήσαντες, καὶ τῶν πυλῶν ἐγκρατεῖς ὄντες, ἐφʼ ἃς εὐθύς, οὐ πόρρω ὄντος τοῦ Χαριδήμου, παρῆσαν τάξεις καὶ κατέλαβον τὸ πόλισμα.

μετὰ δὲ ταῦτα καὶ αὐτὸς εἰσεπορεύθη μετὰ πάσης τῆς δυνάμεως. ἅμα δὲ τούτοις καὶ τοιόνδʼ ἔπραξεν.

τοῦ στρατεύματός τινι μέρει ἐνέδρας ἐποιήσατο, προνοήσας ὅτι παρέσοιτο βοήθεια ἐπὶ τὸ χωρίον. ὅπερ συνέβη· εὐθὺς γὰρ αἰσθόμενος Ἀθηνόδωρος Ἴμβριος, ὢν οὐ πόρρω μετὰ στρατεύματος, ἐπειρᾶτο βοηθεῖν ἐπὶ τὸ χωρίον.