Poliorcetica

Aeneas Tacticus

Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).

Ἐπεξόδους δὲ ποιούμενον λαθραίως ἐν νυκτὶ τοῖς προσκαθημένοις πολεμίοις τάδε προνοεῖν. πρῶτον

μὲν φυλάξαι ὅπως μή τις ἐξαυτομολήσῃ· ἔπειτα φῶς ὑπαίθριον μηδὲν εἶναι, ἵνα μὴ ὁ ὑπὲρ τῆς πόλεως ἀὴρ πυρωδέστερος ὢν τοῦ ἄλλου ἐκφήνῃ τὸ μέλλον.

τούς τε τῶν κυνῶν ὑλαγμοὺς καὶ τῶν ἀλεκτρυόνων τὰς φωνὰς ἀφανίζειν ἄφωνα ποιοῦντα τόνδε τὸν καιρόν, ἐπικαύσαντά τι τοῦ σώματος· καὶ γὰρ αἱ τούτων φωναὶ πρὸ ὄρθρου φθεγγόμεναι ἐκφαίνουσι τὸ μέλλον.

ἐποιήσαντο δέ τινες καὶ τοιόνδε τεχνάσαντες. στασιασμοῦ προσποιητοῦ μετὰ προφάσεως εὐλόγου γενομένου παρʼ αὐτοῖς, καιρὸν τηρήσαντες καὶ ἐπεξελθόντες ἐπέθεντο παρʼ ἐλπίδα τοῖς πολεμίοις καὶ κατώρθωσαν.

ἤδη δέ τινες τειχήρεις ὄντες καὶ ὧδε ἔλαθον ἐπεξελθόντες. τὰς μὲν πύλας ἀπέδειμαν ὁρατῶς τοῖς πολεμίοις· ᾗ δὲ μάλιστα εὐεπιθέτως εἶχον οἱ ἐναντίοι, ταύτῃ κατεπέτασαν ἀκάτειον καὶ ἀνῆραν διὰ χρόνου τινός, ὥστε κατʼ ἀρχὰς μὲν θαυμάσαι τοὺς πολεμίους, ὕστερον δὲ καὶ πολλάκις γιγνομένου ἀμέλειαν εἶχον.

οἱ δὲ ἐν τῇ πόλει ἐν νυκτὶ διελόντες τοῦ τείχους ὅσον ἤθελον, καὶ ἀντιδομὴν παρασκευασάμενοι κατεπέτασαν τὸ ἱστίον. τηρήσαντες δὲ καιρὸν ἐπεξελθόντες ἐπέθεντο παραδόξως τοῖς πολεμίοις· ποιοῦντες δὲ ταῦτα ἐφύλασσον μή τις αὐτομολήσῃ. διὸ δεῖ μηδὲν τῶν τοιούτων παρορᾶν.

Οὐ μὴν οὐδʼ ἐν ταῖς νυξὶν ἀσκέπτως μετʼ ὄχλου

ἐκπορευτέον, οἷα καὶ ἐν τοῖς καιροῖς τῶν ἐπιβουλευόντων τινὲς τεχνάζουσιν, οἱ μὲν ἔσω τῆς πόλεως οἱ δὲ καὶ ἔξωθεν, προσάγεσθαι βουλόμενοι τοιοῖσδε ἀπατήμασι, πυρσεύσαντές τι ἢ ἐμπρήσαντες νεώριον ἢ γυμνάσιον ἢ ἱερὸν πάνδημον ἢ δι’ ὅπερ ἂν ἔξοδος γένοιτο πλήθους ἀνθρώπων καὶ οὐ τῶν τυχόντων. προνοοῦντα οὖν καὶ τὰ τοιαῦτα μὴ ἑτοίμως ἀποδέχεσθαι.

πρᾶξις δὲ καὶ ἥδʼ ἐξοισθήσεται ἐξ ἀρχόντων. προετοιμάσαντες κατὰ τὴν χώραν θόρυβον γενέσθαι καὶ ἐκ τῶν ἀγρῶν εἰς τὴν πόλιν ἀγγελθῆναι κλωπῶν ἐπιβουλήν, δι’ ὅπερ ἔμελλον οἱ πολῖται σπεύσειν εἰς βοήθειαν,