De musculorum dissectione ad tirones

Galen

Galen, De musculorum dissectione ad tirones

Περὶ τοῦ κατὰ τὰ σιμὰ τῶν ὠμοπλατῶν τὸν θώρακα διαστέλλοντος μυός.

Τὸν διαστέλλοντα τὸν θώρακα μεγάλην διαστολὴν μῦν, ἕνα καθ’ ἑκάτερον ὑπάρχοντα μέρος εἴτε κοινὸν τῆς ὠμοπλάτης καὶ θώρακος ὀνομάζειν ἐθελήσειέ τις, εἴτε τοῦ θώρακος μόνου τὸν κατ’ ὠμοπλάτην οὐ διοίσει. ἐκφύεται δὲ ἀπὸ τῆς βάσεως αὐτῆς ἐπιτεταμένος ἅπαντι τῷ θώρακι. τουτὶ μὲν οὖν αὐτοῦ κατακέκρυπται τὸ μέρος, ὥστε οὐκ ἂν αὐτὸ θεάσαις πρὶν ἀφελεῖν τὴν ὠμοπλάτην. τὸ δὲ ἀπὸ τοῦδε σύμπαν ἐστὶ φανερὸν ἐπιπεφυκὸς τῷ θώρακι μέχρι τοῦ καθήκοντος ἐπὶ τὴν ἕκτην πλευρὰν μυὸς ἀπὸ τοῦ τραχήλου, ἀλλὰ καὶ τῶν νόθων πλευρῶν ἐπιβαίνει δυοῖν ὁ μῦς οὗτος ἐγγὺς ἤδη τῶν χονδρωδῶν ἀποφύσεων. ἔστι δὲ οὐ συνεχὴς αὐτοῦ ἡ κατάφυσις, ἀλλ’ οἷον εἰς μικρούς τινας ἐσχισμένη μῦς ἕνα καθ’ ἑκάστην πλευρὰν, ἐφεξῆς δὲ τοῖς τούτου πέρασιν ἅπασι τοῖς τὴν ἀρχὴν τῆς ἐκφύσεως ὁ μέγιστος

966
ἔχει τῶν κατ’ ἐπιγάστριον μυῶν ἐσχισμέναις ὁμοίως καὶ αὐτὸς ἐκφύσεσιν ἀνηρτημένος.