De musculorum dissectione ad tirones

Galen

Galen, De musculorum dissectione ad tirones

Περὶ τῶν τὸ κατ’ ὦμον ἄρθρον κινούντων μυῶν.

Ἐπειδὰν ἀφέλῃς τούς τε κινοῦντας τὴν ὠμοπλάτην μύας καὶ μετ’ αὐτοὺς τὸν ἐν τοῖς σιμοῖς αὐτῆς, ὃν ἄρτι διῆλθον ἀφορώτατον ἤδη τὸν ἀριθμὸν ἁπάντων τῶν κινούντων τὸν βραχίονα μυῶν ἕξεις· ὄντων γὰρ ἁπάντων ἕνδεκα, τρεῖς μὲν ἀπὸ τοῦ στήθους ἐπ’ αὐτὸν ἀναφερομένους θεάσῃ, δύο δὲ ἐκ τῶν κατὰ τὰς λαγόνας χωρίων, πέντε δὲ ἐξ αὐτῆς τῆς ὠμοπλάτης ὁρμωμένους, ἑνδέκατον δὲ ἐπὶ τούτοις ἅπασι τὸν τὴν ἐπωμίδα κατειληφότα. καὶ γὰρ συμφυεῖς ἀλλήλοις εἰσὶν οὗτοι κατὰ τὴν τῆς ὠμιαίας φλεβὸς χώραν καὶ τὰς ἀπονευρώσεις ἐγγὺς ἀλλήλων εἰς τὸν βραχίονα καταφύουσι κατωτέρω τῆς κεφαλῆς εἰς τὸ πρόσθιον αὐτοῦ κατ’ εὐθεῖαν μάλιστα γραμμὴν ἄνωθεν κάτω τεταγμένην· ἰσχνοτέραν μὲν

967
ὁ ἀπὸ τοῦ στέρνου, στρογγυλωτέραν δέ πως καὶ σαρκώδης κἀκ τῶν ἔξω τοῦδε μερῶν ὁ ἀπὸ τῆς ἐπωμίδος. ἡ δὲ ἀρχὴ τῆς ἐκφύσεως τούτων μὲν ἥ τε κλείς ἐστι καὶ ἡ ῥάχις τῆς ὠμοπλάτης καὶ τὰ ἐπιπολῆς χωρία τὰ μετὰ τὴν ὀλίγου δεῖν ἅπαντα τῆς ὠμοπλάτης, ὅσα πρὸς τὴν ταπεινὴν ἐν αὐτῇ ῥέπει πλευράν. τοῦ δὲ ἑτέρου τὸ τοῦ στέρνου ἅπαν ὀστοῦν, ἐντεῦθεν δὲ ὁρμηθέντες ὁ μὲν οἷον ἐσχισμένος ἀμφὶ τὸ ἀκρώμιον ἅπασαν κατείληφε τὴν κεφαλὴν τοῦ βραχίονος. ὁ δέ γε τῇ τε ὠμιαίᾳ φλεβὶ παρατέταται καὶ τὸ πρόσω τῆς μασχάλης τὸ μὴ ἐκφύειν αὐτὸς ἐργάζεται καὶ σχεδὸν ἅπαντα τὰ περὶ τὰ στήθη σαρκώδη ὁ μῦς οὗτός ἐστι· καὶ γὰρ καὶ ὅτι τῆς ὑπ’ αὐτοῦ τέτακται, ἄμεινον δὲ δύο μύας αὐτὸν οὐχ ἕνα τίθεσθαι. ὁ γοῦν ἀπὸ τῶν ἐκ τοῦ στέρνου πεφυκὼς ὁ μικρότερος τῶν ἐν αὐτῷ μυῶν ἀντεστραμμένας πως ἔχει τῇ ὠμοπλάτῃ τὰς ἶνας· εἰς γὰρ τὸ ἄνω μέρος ἀναφέρονται πρὸς τὴν ἰδίαν ἀπονεύρωσιν ἀρχόμενοι κάτωθεν. αἱ δὲ λοιπαὶ πᾶσαι τὴν μὲν ἔκφυσιν ἀνωτέρω τούτων ἔχουσιν
968
ἐξ αὐτοῦ τοῦ στέρνου, φέρονται δὲ ἐπὶ τὴν ἀπονεύρωσιν, ἐγκάρσιαι μὲν αἱ τῶν ὑψηλῶν τοῦ στέρνου μερῶν ἀποφυόμεναι, λοξαὶ δὲ ἀτρέμα αἱ τῶν ταπεινῶν, τῶν δὲ ἄλλων δυοῖν ὁ μὲν ἕτερος ἀπὸ τῆς ἔξω τε καὶ κάτω τούτου τοῦ χώρας ὁρμώμενος κατὰ μὲν τὰ πλεῖστα μέρη συμφυής ἐστι τῷ προειρημένῳ τῷ διφυεῖ τε καὶ μεγάλῳ. τελευτῶν δὲ εἰς ὑμενώδη τένοντα καταφύεται τοῖς πρόσω τοῦ βραχίονος εἰς αὐτὴν μάλιστα τὴν προσθίαν ὀφρὺν τῆς κοιλότητος, ἧς κατείληφεν ἡ μείζων κεφαλὴ τοῦ κατὰ τὸν βραχίονα μυός τοῦ παρεκτεταμένου κατὰ τὴν ἔνδον χώραν τῇ προφανεῖ κατ’ αὐτὸν φλεβί. ὁ δὲ ἕτερος μῦς ὃς οὐδὲ φαίνεται πρὶν ἀνατμηθῆναι τὸν μέγαν ἀπὸ τῶν ἄνω μερῶν γενόμενος, ἐμφύεται μὲν ἔκ τε τοῦ δευτέρου καὶ τρίτου καὶ τετάρτου καὶ πέμπτου καὶ ἕκτου τῶν ὀστῶν, ἀνέρχεται δὲ εἰς αὐτὸ τὸ ὑψηλότατον τῆς ἑτέρας κεφαλῆς τοῦ βραχίονος τὸ πρὸς τῇ κλειδὶ, κἀντεῦθεν ἐμφύεται τῷ περὶ τὸ ἄρθρον ὑμενώδει
969
συνδέσμῳ πολὺ τοῦ προειρημένου μυὸς ἰσχυροτέραν ἔχων τὴν ἀπονεύρωσιν. δύο δὲ οἱ κάτωθεν ἀναφερόμενοι μύες, ὦν ὁ μὲν ἁπάντων ἁδρότατός τε καὶ μήκιστός ἐστι τῶν τὸν βραχίονα κινούντων μυῶν, ὁ δὲ ἰσχνότατος μὲν οὐχ ἥττων τε ἐκείνου τὸ μῆκος· οὗτος μὲν οὖν εἰκότως ἠγνόηται τοῖς ἀνατομικοῖς ἐναφανιζόμενος τῷ δέρματι κακῶς ὑποδερομένῳ. περὶ δὲ τοῦ μεγάλου πάντες ἔγραψαν οἱ μὲν μᾶλλον ἀκριβώσαντες αὐτοῦ τῷ λόγῳ τὴν φύσιν, οἱ δὲ ἧττον. ὁ μὲν οὖν ἰσχνὸς ἔκ τε τοῦ κατὰ τὴν λαγόνα καὶ τὰς νόθας πλευρὰς τοῦ δέρματος ἀναφερόμενος ἐξ αὐτῶν μάλιστα τῶν ὑμένων τῶν ὑπὸ τῷ δέρματι τὴν ἔκφυσιν ἔχει. ἀεὶ δὲ ἐν τῷ περὶ τὴν μασχάλην ἀναφέρεσθαι πάχος τι προσκτώμενος, κἀνταῦθα ἤδη σαφῶς μῦς φαινόμενος εἰς ὑμενώδη τένοντα τελευτᾷ, κατὰ δυοῖν ἐποχούμενος ἑτέρων, οἷς καὶ συμφύεται. γεννᾶται δὲ αὐτῶν ὁ μὲν ἐκ τοῦ ταπεινοτάτου τῶν ἀπὸ τοῦ στήθους μυῶν, ὁ δὲ ἐκ τῆς ἑτέρας μοίρας τοῦ διφυοῦς, ὁ
970
δὲ ὑπόλοιπος τῶν κάτωθεν ἀναφερόμενος μυῶν ἐπὶ τὴν κατ’ ὦμον διάρθρωσιν, ὅσπερ καὶ μέγιστός ἐστιν· ἄρχεται μὲν ἀπὸ τῶν κατὰ τὰς νόθας πλευρὰς σπονδύλων, ἐπιπεφυκὼς δὲ τῷ τε ῥαχίτῃ μυὶ καὶ τῷ πέρατι τῆς κατ’ ὠμοπλάτην, φέρεται πρόσω λοξὸς ἀτρέμα μέχρι τινὸς ἐπιπεφυκὼς τοῖς ἐπικειμένοις μυσὶ τῇ ταπεινῇ τῆς ὠμοπλάτης πλευρᾷ. κἀπειδὰν ἀφίκηται κατ’ εὐθὺ τῆς μασχάλης ὄρθιος ἐπ’ αὐτῆς ἀναφέρεται· κἀνταῦθα διὰ τένοντος οὐκ ἀγεννοῦς ἠρέμα πλατέος ἐμφυὼς τῷ βραχίονι κατὰ τὰ ἔνδον μέρη τῆς ἀπονευρώσεως τοῦ μεγίστου μυὸς τῶν ἀπὸ τοῦ στήθους τριῶν. οὗτος ὁ μῦς συμφύεται δύο μυσὶν, ἑνὶ μὲν ὑπερκειμένῳ κατὰ τὴν μασχάλην αὐτὴν, ἑτέρῳ δὲ ἐπὶ τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἀφικνουμένῳ, περὶ ὧν ἐν τοῖς ἐξῆς εἰρήσεται. οἱ δὲ ἀπ’ αὐτῆς τῆς ὠμοπλάτης ἐμφυόμενοι πέντε μύες εἰς εὖρος τοὺς τένοντας πλατὺ πάντες τελευτῶντες ἐμφύονται καὶ αὐτοὶ τῷ τοῦ βραχίονος μέρει, ὡς συμφυὴς μὲν τῷ προειρημένῳ μυὶ πλησίον τῆς ἀπονευρώσεως ὁ ἐκ τῶν κάτω
971
τῆς ταπεινῆς πλευρᾶς ἀρχόμενος· εἶτα ἐκ τῶν ὀπίσω τε καὶ ἔνδον μερῶν ὑποδυόμενος τὸν βραχίονα, κἄπειτα καταφυόμενος εἰς αὐτὸν ὑψηλοτέρᾳ τε ἄμα καὶ μακροτέρᾳ καὶ ἰσχνοτέρᾳ καὶ συνεχεῖ καταφύσει τῇ τοῦ προειρημένου μυός· αὕτη μὲν οὖν ἐκ τῶν ἔνδον μερῶν ἐστι τοῦ βραχίονος ψαύουσα τῆς προειρημένης ἀπονευρώσεως, ἀνωτέρω δέ ἐστι ταύτης εἰς αὐτὴν ἤδη τὴν κεφαλὴν τοῦ βραχίονος ὁ ἐκ τῶν ἔνδον ἐμφύεται μερῶν τένων τοῦ κατειληφότος μυὸς τὸ σιμὸν τῆς ὠμοπλάτης εὔῤῥωστός τε καὶ πλατὺς ὑπάρχων. ἡ δὲ τοῦ τὴν μεταξὺ χώραν τῆς τε ῥάχεως καὶ τῆς ὠμοπλάτης καὶ τῆς ὑψηλοτέρας πλευρᾶς κατειληφότος ἀπονεύρωσις εἰς αὐτὸ τὸ ὑψηλότατον ἐμφύεται τῇ κεφαλῇ τοῦ βραχίονος οὐ κατὰ τὸ πρὸς τῇ κλειδὶ μόριον αὐτῆς, εἰς ὅπερ ὁ προειρημένος, ἀλλ’ ὅσον ἐκτὸς ἀποτέτμηκεν ἡ μείζων κεφαλὴ τοῦ κατιόντος μυὸς εἰς τὴν κατ’ ἀγκῶνα διάρθρωσιν. συνεχὴς δὲ τῇ προειρημένῃ καταφύσει καὶ ὁ ἐκ τῶν κάτω μερῶν τῆς ἐν ὠμοπλάτῃ ῥάχεως ὁ κατειληφὼς ἅπαν τὸ ἐν μέσῳ χωρίον.
972
αὐτῆς τε καὶ τῆς ταπεινῆς πλευρᾶς ἀπονεύρωσιν ποιούμενος ἐμβάλλει τὸν τένοντα τῇ κεφαλῇ τοῦ βραχίονος ἤδη πως μᾶλλον ἔξωθεν. ὁ δὲ τοιούτῳ συνεχὴς μῦς καὶ τάχα ἂν τὸ μόριον αὐτοῦ δόξας εἰς τὰ ἐκτὸς ἀκριβῶς μέρη τοῦ βραχίονος ἐμβάλλει τὸν τένοντα ἐμφυόμενος ἀπὸ τῶν ἄνω μερῶν τῆς ταπεινῆς ἐν ὠμοπλάτῃ πλευρᾶς σχεδὸν ἐκ τοῦ ἡμίσεως αὐτῆς μέρους, κατὰ τὸ κυριώτατον καὶ ὀξύτατον αὐτῆς. αἱ κινήσεις δὲ αὐτοῦ τοῦ μὲν τὴν ἐπωμίδα κατειληφότος ἀνατείνειν ἄνω τὸν βραχίονα κατ’ εὐθεῖαν μάλιστα γραμμήν. τῶν δὲ ἑκατέρωθεν αὐτοῦ τῶν ἐξ αὐτῆς τῆς ὠμοπλάτης ἐκπεφυκότων ὁ μὲν κατὰ τὴν ὑψηλὴν πλευρὰν ἀνατείνει μὲν, ἀλλ’ ἐκκλίνων ἐπὶ τὰ ἔνδον, τῶν δὲ κατὰ τὴν ταπεινὴν ὁ μὲν μείζων ἀνατείνει μὲν καὶ αὐτὸν, ἀλλ’ ἐπὶ τὰ ἐκτός ὁ δὲ ὡς μόριον αὐτοῦ λοξὸν ἀπάγει πρὸς τὰ ἐκτὸς, διαδέχονται δὲ τὰς κινήσεις ταύτας, ἔνδοθεν μὲν οἱ ἀπὸ τοῦ στήθους ἀνιόντες, εἴτε τρεῖς ἐθέλοις λέγειν εἴτε
973
τέτταρας. ἔξωθεν δὲ ὁ ἀπὸ τοῦ κάτω πέρατος τῆς ταπεινῆς πλευρᾶς ἀναφερόμενος· τῶν μὲν οὖν ἀπὸ τοῦ στήθους μυῶν ἁπάντων προσαγόντων ἔσω τὸν βραχίονα, τὴν μὲν κεφαλὴν αὐτοῦ μᾶλλον ὑψηλότατος ἐπὶ τὰ νῶτα, τὸ δ’ ὅλον κῶλον ὡς ἐπὶ τὸ στῆθος ὁ μέγιστος ὁ διφυὴς προσάγει. ταθέντων δ’ ἀμφοτέρων ὁμοῦ τῶν κατ’ αὐτὸν μυῶν ὁμοτόνως ἀνατείνεται, τῶν τε ἄνω καὶ τῶν κάτω ἡ μέση γίνεται κίνησις. εἰ δὲ ὁ ἕτερος ἐνεργήσειε μόνος, ὑψηλοτέραν τὴν προσαγωγὴν ὁ ὑψηλότερος ἐργάζεται, ταπεινοτέραν δὲ ὁ ταπεινότερος. ὁ δὲ παρὰ τὸν τιτθὸν προσάγει τῷ στήθει τὸν βραχίονα καὶ κατασπᾷ κάτω. ἐπὶ τούτοις δὲ ὁ μὲν ἐπιπολῆς ὁ λεπτὸς ἐπὶ τὰς λαγόνας ἀτρέμα πλάγιον, ὁ δ’ ὑπ’ αὐτῷ μέγιστος εὐθὺ ἀποτείνει παρὰ τὰς πλευρὰς τὸν βραχίονα. τούτων δὲ ἐφεξῆς οἱ λοιποὶ δύο μύες ἀπ’ αὐτῆς τῆς ὠμοπλάτης ἐκδέχονται περιάγοντες ἔξω τε καὶ εἰς τοὐπίσω τὸ κῶλον· ὁ μὲν ἀπὸ τῶν σιμῶν ἐκπεφυκὼς τὴν κεφαλὴν αὐτοῦ περιστρέφων εἰς τοὐπίσω, ὁ δὲ ἀπό τε
974
τοῦ κάτω πέρατος τῆς ταπεινῆς πλευρᾶς ἐκεῖνο μάλιστα τὸ μέρος, εἰς ὅπερ ἐμφύεσθαι λέγεται, πρὸς τοὐκτὸς ἐπάγων. ἀμφότεροι δὲ ἐνεργήσαντες ἅμα τὴν ἐν τῷ καλουμένῳ διπλασιασμῷ περιαγωγὴν ἐργάζονται τοῦ βραχίονος.