De musculorum dissectione ad tirones

Galen

Galen, De musculorum dissectione ad tirones

Περὶ τῶν τράχηλον κινούντων μυῶν.

Οἱ μὲν οὖν τραχήλου καὶ κεφαλῆς μύες κοινοὶ ἔμπροσθεν εἴρηται· τρεῖς μὲν αἱ πρῶται συζυγίαι τῶν ἓξ τῶν κατ’ ἰνίον, ἑτέρα δὲ μία τῶν ὑποβεβλημένων τῷ στομάχῳ. συνελόντι γὰρ εἰπεῖν, ὁπόσοι τῆς κεφαλῆς ἐκφυόμενοι τῷ τραχήλῳ παντὶ καταφύονται, κινοῦσιν ἄμφω τὰ μόρια. περὶ δὲ τῶν ἰδίων τοῦ τραχήλου μυῶν ἐν τῷδε ῥηθήσεται. δύο καθ’ ἑκάτερον μέρος αὐτοῦ εἰσιν, ὁ μὲν ὀπίσθιός πως μᾶλλον, ὁ δὲ ἐμπρόσθιος· ἐκφύεται δὲ ὁ μὲν ὀπίσθιος ἐκ τῆς πλαγίας ἐξοχῆς τοῦ πρώτου σπονδύλου κατ’ αὐτὸ μάλιστα τὸ κυρτότατον αὐτῆς. ἐκ γὰρ τῆς πρόσω μᾶλλον ὁ ἐπὶ τὴν ἀρχὴν τῆς ὠμοπλάτης ἀνατεινόμενος, ὑπὲρ οὖ ἔμπροσθεν

963
εἶπον, ἔχει τὴν ἔκφυσιν. ὁ δὲ ὀπίσθιος τοῦ τραχήλου μῦς οὗτος, ὑπὲρ οὗ νῦν πρόκειται λέγειν, ἄχρι τῆς ὠμοπλάτης καθήκει ἐμπεφυκὼς ἐξ ἁπάντων τῶν σπονδύλων διὰ συνδέσμων ἰσχυρῶν ὡς δοκεῖν πολλοὺς εἶναι μῦς καὶ τὸ κάτω πέρας αὐτοῦ συνεχὲς ἀκριβῶς ἐστι τῷ κατὰ τὰ σιμὰ τῆς ὠμοπλάτης τοῦ θώρακος μυί. ὁ δὲ ἕτερος ὁ πρόσθιος τοῦ τραχήλου μῦς οὗτος ἄρχεται μὲν ἐκ τῆς διατετρημένης ἀποφύσεως τοῦ δευτέρου σπονδύλου, συνεκφύεται δὲ καὶ τοῖς ἄλλοις τοῖς κατὰ τὸν τράχηλον· ἐντεῦθεν δὲ διὰ τῶν μασχαλῶν ἄχρι τῆς πέμπτης πλευρᾶς τῷ θώρακι ἀφικνεῖται ψαύων ἔστιν ὅτε καὶ τῆς ἕκτης. καταφύεται δέ τις μοῖρα καὶ εἰς τὴν πρώτην αὐτοῦ πλευρὰν τὴν ἐφεξῆς τῇ κλειδί. στρογγύλος πως μᾶλλον οὗτος ὁ μῦς ἐστι καὶ μακρός. ἐνέργεια δὲ αὐτοῦ καθαρὰ μὲν ἐπιπέφυκε τῷ τραχήλῳ κάμπτειν τοῦτον, ὡς ἐπὶ τὰ πρόσω λοξόν· καθὰ δὲ εἰς τὰς πλευρὰς τοῦ θώρακος ἀφικνεῖται, διαστέλλειν ἐκεῖνον. ὅθεν ἄμεινον ἤτοι δύο μύες ἀλλήλοις ἡνωμένους
964
ὁμοίως τοῖς προειρημένοις ὑπολαμβάνειν αὐτοὺς ἢ εἴπερ ἔνα χρὴ τιθέναι, τοῦ θώρακος νομίζειν αὐτόν. ἐκεῖνος μὲν γὰρ ἐναργῶς φαίνεται διαστέλλων τὸν θώρακα, τὸν τράχηλον δὲ ἐπινεύων αὐτὸς οὐχ ὁμοίως ἐναργῶς φαίνεται. ἀντιτεταγμένην δὲ αὐτῷ κίνησιν ὁ προειρημένοις ἔχει κάμπτων καὶ αὐτὸς εἰς τὰ πλάγια καὶ πρὸς τοὐπίσω μᾶλλον ὅλον τὸν τράχηλον. εἰ δὲ ἀμφότεροι ταθεῖεν ἅμα τὴν μέσην καμπτὴν ἐπὶ τὰ πλάγια τοῦ σύμπαντος ἐργάζονται τραχήλου. εἰ δὲ οἱ πρόσθιοι μύες μόνοι ταθεῖεν οἱ ἑκατέρωθεν, ὅ τε ἐκ τῶν δεξιῶν καὶ ὁ ἐκ τῶν ἀριστερῶν ὅλον εἰς τὰ πρόσω τὸν τράχηλον ἐπινεύειν ἀναγκάζουσιν· ὁ δὲ ὄπισθεν ἀνανεύειν ὅλον ὀπίσω. εἰ δὲ καὶ πάντες ἅμα ταθεῖεν οἱ τέσσαρες ἰσόῤῥοπος εἰς ἅπαντα τὰ μέρη γένοιτο ἂν οὕτως ὁ τράχηλος, ὡς κἀν τῷ τετάνῳ συμβαίνει πάθει.

965