In Hippocratis De officina medici

Galen

Galen, In Hippocratis De officina medici

Ἐν δὲ τῇ μεταλλαγῇ ἐκ διατάσιος ὅμοια ταῦτα ἔχουσιν, εἰς ἕξιν ἢ θέσιν μύες, φλέβες, νεῦρα, ὀστέα ἢ μάλιστα εὔθετα καὶ εὔσχετα.

Ταῦτα καὶ πρόσθεν εἴρηται, κἂν παντελῶς αὐτὰ περιέλοι τις, οὐδὲν ἡ διδασκαλία βλαβήσεται. συμβαίνει δὲ ἐν τοῖς τοιούτοις βιβλίοις, ὅσα πολλῶν πραγμάτων ἑρμηνείαν ἔχει διὰ βραχείας λέξεως, ἄλλως καὶ ἄλλως ἐνίοτε τὸν γραφέα

864
τὰ αὐτά πράγματα γράφειν, ἑαυτὸν σκοπούμενον ᾖ τινι λέξει χρήσεται μᾶλλον, εἶθ’ εὑρόντα τὸν βιβλιογράφον ἐνίας μὲν αὐτῶν ἐν τοῖς μετώποις γεγραμμένας, ἐνίας καὶ κατὰ τοῦ μετώπου, πάσας ἔγραψε τῷ ἐδάφει τοῦ συγγράμματος ἐν ᾗ κάλλιστα τάξει δόξουσιν εὐλόγως ἐγκεῖσθαι. τὸ γοῦν κατὰ τὴν προκειμένην λέξιν δηλούμενόν ἐστι τοιοῦτον. πλείονας ἔφην εἶναι καιροὺς τῷ θεραπευομένῳ. πρῶτον ἐν ᾧ παραγίνεται πρὸς τὸν ἰατρὸν ἔν τινι σχήματι πάντως ἔχων τὸ πεπονθὸς μέρος· εἶθ’ ἑξῆς ἄλλον, ἐν ᾧ κατεσκευάσθαι τοῖς ἰατροῖς ἑαυτὸν παρέχει γνωσομένοις τί τό τε συμβεβηκὸς αὐτῷ πάθημά ἐστι, καὶ τίνος δεῖται παρασκευῆς εἰς θεραπείαν· εἶθ’ ἑξῆς ὁ τῆς τούτων παρασκευῆς χρόνος καὶ μετ’ αὐτὸν ὁ τῆς διατάσεως, εἶτα μετὰ τοῦτον ἐπὶ μὲν τῶν καταγμάτων ὁ τῆς διαπλάσεως, ἐπὶ δὲ τῶν ἐξαρθημάτων ὁ τῆς ἐμβολῆς, εἶθ’ ὁ τῆς ἐπιδέσεως μετὰ τοῦτον, ὕστατος δὲ πάντων ὁ τῆς ἀναλήψεως μὲν ἐπὶ χειρὸς, ἀποθέσεως δὲ ἐπὶ σκέλους καὶ τῶν κατὰ νῶτα καὶ κεφαλὴν χωρίων. ἕξιν οὖν εἴρηκεν ἐν τῇ προκειμένῃ λέξει παρὰ τὸ ἔχειν τὴν
865
ἐν τῷ μετὰ τὴν ἐπίδεσιν καιρῷ κατάστασιν τῶν ἐπιδεδεμένων. ἀντιδιῄρηκε δὲ αὐτῇ τὴν θέσιν ἀποτιθεμένων ἢ τριῶν γιγνομένων, ἅπερ ἐστὶ τὰ σκέλη καὶ ἡ κεφαλὴ καὶ ἡ σύμπασα ῥάχις, ὡς τὴν ἕξιν ἡμῶν ἀκούσωμεν ὡς ἐπὶ τῶν ἄλλων, οἷον ἐπί τε κλειδῶν καὶ χειρῶν καὶ πλευρῶν, ἀκρωμίου τε καὶ ὠμοπλάτης καὶ γένυος ἑκατέρας καὶ εἴ τι ἄλλο τοιοῦτον. βούλεται γὰρ ἐν τῇ μεταβολῇ τῶν εἰρημένων χρῆναι τὰ πεπονθότα μόρια, τὰ μὲν κεῖσθαι καλῶς καὶ ὅσα δύναταί γε θεῖναι, τὰ δὲ δέχεσθαι καλῶς, ἃ μὴ δύναται τιθέναι. εὔθετα μὲν ὠνόμασε τιθέμενα, εὔσχετα δὲ τὰ ἄλλα. τὰ μὲν γὰρ ἄλλα κατὰ τοὺς εἰρημένους αὐτῶν ἐστιν ἕτερα. κοινὸν δὲ ἐν πᾶσιν ἓν ταὐτόν ἐστι τὸ κατὰ φύσιν σχῆμα τοῦ μέρους. ἀποβλέπειν οὖν εἰς τοῦτό γε κελεύει στοχαζόμενον τοῦ τε τελευταίου καιροῦ τὴν γεγονυῖαν ἐπίδεσιν φυλάττοντα ἐν χρόνῳ πλείονι. ἐὰν οὖν ἐν ἄλλῳ σχήματι τὴν ἐπίδεσιν ποιησάμενοι μεταβάλλωμεν εἰς ἄλλο, κατὰ τὸν ὕστατον καιρὸν ἡ θέσις ὑπαλλαχθήσεται τῶν μυῶν καὶ τῶν νεύρων καὶ τῶν φλεβῶν, καὶ οὔτε εὔθετα οὔτε εὔσχετα 
866
ἔσται, τουτέστιν οὔτε καλῶς ἀποκείμενα οὔτε καλῶς ἀνειλημμένα.

Διάτασις μάλιστα τὰ μέγιστα καὶ πάχιστα καὶ ὁμαλὰ καὶ ὅκου ἀμφότερα. δεύτερα ὧν τὸ ὑποτεταγμένον, ἥκιστα ὧν τὸ ἄων.

Ἡ διάτασις, φησὶ, μάλιστα γίνεται κατ’ ἐκεῖνα τὰ μόρια, καθ’ ἃ μέγιστα καὶ πάχιστά εἰσι τὰ ὀστᾶ καὶ τὰ περὶ αὐτὰ σώματα, τουτέστιν οἱ μύες. οὗτοι γάρ εἰσιν οἱ μάλιστα κατατείνεσθαι δεόμενοι, διότι καὶ μάλιστα ἀνασπᾶσθαι πεφύκασιν ἐπὶ τὰς ἑαυτῶν κεφαλάς. ἔστι δὲ τοιοῦτον μόριον ὁ μηρὸς, εἶθ’ ἑξῆς βραχίων καὶ κνήμη καὶ μετ’ αὐτὸν ὁ πῆχυς, εἶτα τὰ κατ’ ἄκραν χεῖρα καὶ πόδα, ἐξαιρομένων ἐν τῷ παρόντι τῶν κατὰ ῥάχιν. ἀλλὰ καὶ ὅκου, φησὶν, ἀμφότερα τὰ ὀστᾶ πέπονθεν, ἀλλὰ μᾶλλον χρὴ διατείνειν ὡς ἐπὶ πήχεος καὶ κερκίδος. ἥκιστα δὲ, τουτέστιν

867
ἐλάχιστα καὶ μετριώτατα ὄντα ἄνω, καθάπερ ἐπὶ χειρὸς ἡ κερκίς. ἅπαντα δὲ ταῦτα ὡς ἔφην ἐν τῷ περὶ ἀγμῶν ἐξείργασται.

Μᾶλλον δὲ τοῦ μετρίου βλάβη, πλὴν παιδίων, ἔχειν ἀνάντη σμικρόν.

Παιδίων μὲν ἧττον τοῦ συμμέτρου γιγνομένη διάτασις, ἐάν τε ἐπὶ καταγμάτων ἐάν τε ἐπὶ ἐξαρθρημάτων μόνη ἀποτυχίαν φέρῃ· διαπλάσεως μὲν ἐπὶ τῶν καταγμάτων, ἐμβολῆς δὲ ἐπὶ τῶν ἐξαρθρημάτων. οὐ μὴν ἀλλ’ ἥ γ’ ἔτι βλάβην ἰδίαν ἔχει, καθ’ ἃ ἢ μᾶλλον αὕτη ὀδυνηρὰ μὲν ἐνεργουμένη, φλεγμονὰς δὲ ἐξ ὑστέρου καί πυρετοὺς καὶ σπασμοὺς, ἐνίοτε καὶ παραλύσεις ἐπιφέρει, καθάπερ Ἐρασίστρατος ἑωρακέναι φησὶν ἐπὶ τοῦ κατ’ ὦμον ἄρθρου διαταθέντος ἐπὶ πλέον. ἦττον δὲ οἱ παῖδες τῶν ἄλλων ἐπὶ τῇ πλεονασθείσῃ τάσαι βλάπτονται, διὰ τὴν ὑγρότητα καὶ μαλακότητα

868
τῶν σωμάτων. ὡς γὰρ ἵμαντες οἱ μὲν ὑγροὶ καὶ μαλακοὶ τῶν σωμάτων ἀλύπως ἐπὶ πλέον ἐκτείνονται, ῥήγνυνται δὲ οἱ σκληροὶ καὶ ξηροὶ, κατὰ τὸν αὐτὸν τρόπον καὶ οἱ μύες καὶ τὰ νεῦρα τὰ μὲν ὑγρὰ καὶ μαλακὰ ῥᾳδίως ὑπακούοντα ταῖς τάσεσιν οὔτε ὀδυνᾶται σφοδρῶς οὔτε ἀποῤῥήγνυται, τὰ δὲ σκληρὰ καὶ ξηρὰ διὰ τὸ μὴ δύνασθαι χωρὶς μεγάλης βίας ἐκταθῆναι, σφοδρὰς ὀδύνας ἐπιφέρει, οὐ μόνον κατὰ τὰς ὑπερβαλλούσας τάσεις, ἀλλὰ κατὰ συμμέτρους. ἐν αὐτῷ δὲ τούτῳ καὶ σπῶνται καὶ ἀποῤῥήγνυνται μυῶν καὶ νεύρων ἶνες. οὐκοῦν τούτων τι γίγνεται τοῖς παιδίοις, οὔτε αὐτοῖς ἀκολουθοῦσιν αἱ φλεγμοναὶ καὶ δι’ αὐτὰς πυρετοὶ καὶ παραφροσύναι καὶ σπασμοὶ καὶ παραλύσεις. αὐτὸς μὲν οὖν ἐπὶ παιδίων ἐποιήσατο τὸν λόγον, ἡμᾶς δὲ δεῖ μεταφέρειν αὐτὸν οὖν ἐπὶ εὐνούχους τε καὶ γυναῖκας καὶ τοὺς ἐκ φύσεως ἢ ἔθους, ὑγροὺς καὶ μαλακοσάρκους· αἱ τοιαῦται γὰρ κράσεις τῶν σωμάτων καὶ ὑπακούουσί τε τῇ τάσει ῥᾳδίως οὐδεμία τε βλάβη μεγάλη δι’ αὐτὸ τοῦτο, κἂν πλεονασθῶσιν,
869
ἀκολουθεῖν αὐτοῖς εἴωθεν. ὅσοι δὲ δι’ ἔθος ἢ φύσιν ἐσκλήρυναν τὸ σῶμα, μόγις μὲν ὑπακούουσι τῇ τάσει, καὶ διὰ τοῦτο καὶ ἧττον αὐτοὺς κατατείνεσθαι πρὸς τῶν ἰατρῶν αὐτὸς ἔφη, μεγάλας δὲ καὶ τὰς βλάβας ἴσχουσιν ἐπὶ ταῖς ἀμετροτέραις τάσεσιν. ἔχειν ἀνάντη σμικρὸν καὶ τοῦτο ὁμοίως τοῖς πρὸ τούτου διὰ διττῶν αἰτιῶν εἴρηται, πρῶτον δι’ ἀσφάλειαν καὶ ἕνεκα δὲ τοῦ μὴ πονεῖν τὰ πικρά· τὰ γὰρ ἐναντία διὰ τὴν ὀδύνην βλαβερά.

Διαρθρώσιος παράδειγμα τὸ ὁμώνυμον, τὸ ὁμόζυγον, τὸ ὅμοιον, τὸ ὑγιές.

Οὐχ ὁμώνυμον, ἀλλὰ συνώνυμον εἰρῆσθαι βέλτιον ἦν, εἴ γε τοὺς ὄντας ὁμωνύμους, ὃ μὴ προσείρηκεν, ἄνθρωπος δ’ ἀνθρώπῳ συνώνυμός ἐστι καὶ Ἱπποκράτης Ἱπποκράτει καὶ κύων χερσαῖος τῷ χερσαίῳ, καθάπερ ὁ θαλάττιος τῷ

870
θαλαττίῳ. ὅσα μὲν οὖν τῶν ὀνομάτων ἓν εἶδος, ἐν πολλοῖς τῶν κατὰ μέρος σημαίνει, συνωνύμως ἐπ’ αὐτῶν λέγεται. ὅσα δὲ ἐπὶ διαφερόντων κατηγορεῖται, ταῦτα ἔθος ἡμῖν ἐστι λέγειν ὁμωνύμως κατηγορεῖσθαι. τὰ δὲ ὑποκείμενα καὶ δηλούμενα πρὸς αὐτῶν ὁμώνυμα ὑπάρχῃ. καὶ ἡ χεὶρ οὖν τῇ χειρὶ ταὐτὸν εἶδος ἔχουσα ὡς ὁμώνυμον εἶναι λέγοιτο. τοῦτο μὲν τὸ ὀνοματίζειν τισὶν οὐ μεγάλης ἄξιον σπουδῆς, τὰ δ’ ἐφεξῆς εἰς αὐτὴν τὴν τέχνην διαφέρει. κελεύει γάρ σε διαρθροῦν τὰ πεπονθότα σώματα παραδείγματι χρῆσθαι τῷ ὡμωνύμῳ καὶ ὁμοζύγῳ καὶ ὁμοίῳ καὶ ὑγιεῖ, ὁμωνύμῳ ἐν τῷ παραβάλλειν βραχίονι βραχίονα καὶ πῆχυν πήχει καὶ μηρὸν μηρῷ καὶ κνήμην κνήμῃ, ὁμοζύγῳ δὲ καθ’ ἕνα τὸν αὐτὸν ἄνθρωπον οὐκ ἄλλον ὅπερ κἀν τῷ περὶ ἄρθρων ἐδήλωσεν εἰπὼν, μὴ τὰ ἀλλότρια ἄρθρα καθορῶντα. προστίθησι δὲ τῷ ὁμοζύγῳ τὸ ὅμοιον. ἐνδέχεται γὰρ ὁμόζυγον μὲν εἶναι τὸ παραβαλλόμενον, οὐ μὴν ὅμοιόν γε. πολλάκις γὰρ ὁ ἕτερος βραχίων ἠτρόφησε κατά τινα διάθεσιν ἢ ἀπόστασιν 
871
ἔσχεν ἢ βλαισσὸν τὸ σκέλος ἢ ῥαιβὸν ἐγένετο, διὸ καὶ πάλιν ἐπήνεγκε τὸ ὑγιὲς, οὐ ὀκνήσας πάντως τῇ δυνάμει εἰπεῖν αὐτὸ, οὕνεκα τοῦ μηδὲν ἡμᾶς παρακοῦσαι. τὸ γὰρ ὁμόζυγον ὑγιὲς πάντως ἐστὶν, ἂν ὅμοιον ἢ πλησίον ἢ ἀμφότερα φθάνοι κατ’ αὐτὸν τρόπον πεπονθέναι. τοῦτο δ’ ἐπ’ ἄλλων, ἀλλὰ τοῦτο δεησόμεθα τὸ ὁμοίως προσθεῖναι τῷ ὑγιές. ἀρκέσει μόνον ὑγιὲς εἰπεῖν, ἐν ἑαυτῷ καὶ τὸ ὅμοιον. ἴσως οὖν ἀμφότερα γεγραφότος αὐτοῦ τοῦ Ἱπποκράτους, ὡς ἐν ἄλλοις συνέβη τὸ ἐγγραφόμενον, οὐ τὸ ἕτερον αὐτῶν, ἀλλὰ μὴ τὰ δύο γράψαι.

Ἀνάτριψις δύναται λῦσαι, δῆσαι, σαρκῶσαι, μινυθῆσαι. ἡ σκληρὴ δῆσαι, ἡ μαλακὴ λῦσαι, ἡ πολλὴ μινυθῆσαι, ἡ μετρίη παχῦναι.
872

Δῆσαι μὲν λέγει τὸ πυκνῶσαι, λῦσαι δὲ τὸ ἀραιῶσαι καὶ μαλακῦναι, μινυθῆσαι δὲ τὸ ἰσχνᾶναι. τὴν μὲν οὖν σκληρὰν τρίψιν εἰκὸς δήπου καὶ τὴν τριβομένην σάρκα παραπλησίαν ἑαυτῇ ποιεῖν ἐν τῷ πιλεῖν τε καὶ θλίβειν αὐτήν. οὕτως δὲ καὶ τὴν μαλακὴν τρίψιν, ὁμοίαν ἑαυτῇ καὶ τὴν σάρκα κατασκευάζειν, ὡς ἂν τῇ σκληρᾷ τἀναντία δρῶσαν. τὴν δὲ πολὺ διαφέρουσαν ὑπὸ πλέον ἰσχναίνειν εὔλογον. ἀνατρέφειν δὲ καὶ σαρκοῦν οὐχ ἁπλῶς τὴν ἀντικειμένην τῇ πολλῇ τὴν ὀλίγην, ἀλλὰ τὴν μετρίην, ὅπερ εἶπε καὶ πρόσθεν ἐπὶ τῆς τοῦ θερμοῦ ὕδατος χρήσεως. ἡ γὰρ παντελῶς ὀλίγη τρίψις ὁμοίως τῇ βραχείᾳ καταχύσει τοῦ ὕδατος οὐδὲν αἰσθητὸν ἐργάζεται. μέχρι τοσοῦτο τοίνυν χρὴ τρίβειν, ἕνεκα σαρκώσεως, ἄχρι περ ἂν ἐκφάνη τὰ αὐτὰ γνωρίσματα τοῖς ἐπὶ τῆς μετρίας καταχύσεως εἰρημένοις ἐν τῇ λέξει, καθ’ ἥν φησιν· ἔτι μετεωριζομένου δεῖ, πρὶν συμπίπτειν παύσασθαι. τὸ μὲν γὰρ πρῶτον αἴρεται, ἔπειτα δὲ ἰσχναίνεται. ὅτι δ’ οὐδὲν λείπει περὶ τῶν ἔργων τῆς ἀνατρίψεως ἐν τῷ

873
δευτέρῳ τῶν ὑγιεινῶν ἐπιδέδεικταί μοι. γιγνώσκειν μέντοι χρὴ καὶ τοῦτο τοῖς πολλοῖς ἀγνοούμενον, ὡς οὐ τὴν ἐκ τῶν κάτω μερῶν ἄνω γιγνομένην τρίψιν ὀνομάζουσιν οἱ Ἕλληνες, ἀλλ’ ἅπασαν ἁπλῶς αὖ ἐπιτελουμένην καὶ σπάνιόν γέ ἐστι τὸ τῆς τρίψεως ὄνομα παρ’ αὐτοῖς εὑρεῖν. ἀνάτριψιν γὰρ ἔθος ἐστὶν αὐτοῖς ὀνομάζειν, ὃ νῦν ἡμίτριψιν καλοῦμεν.

    Εἰδεῖν δὲ τὸ πρῶτον ὁ μὲν ἐπιδεδεμένος μάλιστα φάτω πεπιέχθαι κατὰ τὸ σίνος, ἥκιστα τὰ ἄκρα. ἡρηῶσθαι δὲ, μὴ πεπιέχθαι τῷ πλήθει μὴ ἰσχύει. τὴν δὲ ἡμέρην ταύτην καὶ νύκτα ὀλίγῳ μᾶλλον, τὴν δ’ ὑστέρην ἧσσον, τρίτη χαλαρά. εὑρεθήτω δὲ τῇ μὲν ὑστεραίῃ ἐν ἄκροις οἴδημα μαλθακὸν, τῇ τρίτῃ δὲ τὸ ἐπιδεθὲν, ἰσχνότερον παρὰ πάσας τὰς ἐπιδέσιας τοῦτο. τῇ δ’ ὑστεραίῃ ἐπιδέσει, ἢν δικαίως ἐπιδεδεμένον φανῇ, μαθεῖν δεῖ. ἐντεῦθεν δὲ μᾶλλον καὶ ἐπὶ πλείοσιν πιεχθήτω. τῇ δὲ τρίτῃ ἐπὶ μᾶλλον δὲ ἐπὶ
    874
    πλείοσιν. τῇ δὲ ἑβδόμῃ ἀπὸ τῆς πρώτης ἐπιδέσεως λυθέντα, εὑρεθήτω ἰσχνὰ, χαλαρὰ τὰ ὀστέα. ἐς δὲ νάρθηκας δεθέντα, ἢν ἰσχνὰ καὶ ἄκνησμα καὶ ἀνέλκεα ᾖ, ἐὰν μέχρις εἴκοσιν ἡμερέων ἀπὸ τοῦ σίνεος. ἢν δέ τι ὑποπτένηται, λῦσαι ἐν μέσῳ νάρθηκας διὰ τρίτης ἐρείδειν, ἡ ἀνάληψις, ἡ ἀπόθεσις, ἡ ἐπίδεσις, ὡς ἐν τῷ αὐτῷ σχήματι ᾖ διαφυλάσσειν.

    Ἑρμάσματα μὲν ὅτι ἕρματα λέγουσιν οἱ Ἕλληνες εὔδηλόν ἐστι κἀκ τοῦ παρὰ τοῦ ποιητοῦ λεχθέντος οὕτω·

  1. ὑπὸ δ’ ἤρεον ἕρματα νηῶν.
  2. ἀνάλογον δὲ αὐτῷ τὸ ἡρμόσθαι, τὸ οἷον ἐρηρεῖσθαι καὶ ἐστηρίχθαι δηλοῖ. τοῦτ’ οὖν διὰ τὸ πλῆθος τῶν ὀθονίων μᾶλλον ἢ τῆς ἰσχύος γίγνεται. κελεύει δὲ ἰδίως τὴν ἐκ τῆς ἐπιδέσεως θλίψιν. εἴρηται δὲ καὶ περὶ τοῦδε καὶ περὶ τῶν ἄλλων ἁπάντων, ὅσα κατὰ τὴν προκειμένην ῥῆσιν καὶ τὰ

    875
    ἐφεξῆς γέγραπται τελειώτατα διά τε τοῦ περὶ ἀγμῶν καὶ τοῦ περὶ ἄρθρων, λανθανόντων ἐξηγεῖσθαι καὶ μεταφέρειν εἰς τόδε τὸ βιβλίον, ὅσα τελέως ἐν ἐκείνοις εἴρηται καὶ τοῦτο καὶ σαφῶς οὐχ ἡγοῦμαι προσήκειν. αἰσχρὸν γάρ μοί ἐστιν αὖθις τὰ ἀριζήλως εἰρημένα μυθολογεῖν, ὃ πάντων δεινότατον ἑρμηνεύειν τὸ νοηθὲν οὐκ ἐμοῦ μόνον φησίν. ὑπερβὰς κατὰ αὐτὰ, καὶ γὰρ σαφῶς εἴρηται τοῖς ἀνεγνωκόσι τὸ περὶ ἀγμῶν καὶ περὶ ἄρθρων, ἐπὶ τὰ συνεχῆ τρέψομαι.