Κεφάλαια, σχημάτων ἔθη, φύσεις ἑκάστου τῶν μελέων. τὰ εἴδεα ἐκ τοῦ τρέχειν, ὁδοιπορέειν, ἑστάναι, κατακεῖσθαι ἐκ τοῦ ἔργου, ἐκ τοῦ ἀφεῖσθαι.
Εὔδηλον κατ’ αὐτῆς τῆς ῥήσεως ὅτι τὸ βιβλίον τοῦτο γεγραμμένον ἐν τύποις ἐξεδόθη μετὰ τὸν τοῦ γράψαντος αὐτοῦ θάνατον. εἰώθασι γὰρ οἱ τὰ τοιαῦτα ἐκγράφοντες
876
διττῶς ὑπὸ τοὐ συγγραφέως γραφέντα ἢ ἔξωθεν, ἕνεκα τοῦ διασκέψασθαι ποτέροις ἀμείνοσι αὐτοῖς ἑρμηνεῦσαι, ταῦτα ἐπιγράφειν αὐτῷ τῷ συγγράμματι. τί γὰρ πιστεῦσαι δύναται δὶς τὰ αὐτὰ γράψαι βουληθῆναι ἐν τούτῳ τῷ βιβλίῳ, μηδεμιᾶς ἀνάγκης εὐλόγου γενομένης, ἔτι τε μᾶλλον ἐν ᾧ βραχυλογίαν ἐσχάτην ἐπετήδευσεν, ἀλλ’ ἐπειδὴ τοῖς πρὸ ἡμῶν ἔδοξε καὶ τὰ τοιαῦτα ἐξηγῆσαι καὶ ἡμεῖς αὐτοῖς ἀκολουθήσαμεν. ὅταν μὲν οὖν τὰ κεφάλαια τῶν σχημάτων ἐν ἴσῳ τῶν σκοπῶν εἴρηκεν, εἰς οὓς ἀποβλέποντες εὑρήσομεν ἐφ’ ἑκάστῳ μέρει αὐτοῦ οἰκεῖον σχῆμα, πρόδηλόν ἐστι. καὶ μὲν δὴ καὶ ὅτι τὰ ἔθη τῶν σκοπῶν τοιούτων εἶς ἐστιν, εἴρηται καὶ πρόσθεν ἐν τῇδε τῇ ῥήσει· πάρεξις δὲ καὶ διάτασις καὶ κατάτασις καὶ τἄλλα κατὰ φύσιν. φύσις δὲ ἐν μὲν ἔργοις τοῦ ἔργου τῇ πρήξει, ὃ βούλεται τεκμαρτέον. ἐς δὲ ταῦτα ἐκ τοῦ ἐλινύοντος, ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος· ἐκ μὲν ἐλινύοντος καὶ ἀφειμένου τὰς ἰθυωρίας σκέπτεσθαι οἶον τὸ τῆς χειρός. ἐκ δὲ τοῦ κοινοῦ ἔκτασιν, σύγκαμψιν,
877
οἶον τὸ ἐγγὺς τοῦ ἐγγωνίου πήχεος πρὸς βραχίονα· ἐκ δὲ τοῦ ἔθεος, ὅτι οὐκ ἄλλα σχήματα φέρειν δυνατώτερα, οἶον σκέλεα ἔκτασιν. ἀπὸ τουτέων γὰρ ῥήϊστα πλεῖστον χρόνον ἔχοι ἂν μὴ μεταλλάσσοντα. ταῦτα γεγραφὼς ἀνήρω πῶς οὐκ ἂν αὖθις ἔγραψεν αὐτῶν φαυλότερα κατὰ τὴν προκειμένην ῥῆσιν. προειπὼν γὰρ ἐν αὐτῇ ἔθεα τε καὶ φύσιας ἑκάστου μελέων, ἑξῆς τὰ εἴδεα, τουτέστι τὰς διαφορὰς αὐτῶν ἐξ ἐνεργειῶν γνωρίζεσθαι βούλεται. τινὲς δὲ καὶ προσεγράψαντο τὰ εἴδεα τῶν μελῶν, ἵνα ἡ λέξις οὕτως ἔχῃ· τὰ εἴδεα τῶν μελῶν. περὶ γοῦν σκελέων ὡς ἐπὶ παραδείγματος ἔφη· ἐκ τοῦ τρέχειν, ὁδοιπορέειν, ἑστάναι. καὶ κατὰ ταῦτα προσέθηκεν ἐκ τοῦ κατακεῖσθαι, ὅπερ ταὐτὸν ἔσται τῷ προγεγραμμένῳ ῥήματι τῷ ἐλινύειν. καὶ μέντοι καὶ μᾶλλον ἐφεξῆς τούτων εἰπὼν, ἐκ τοῦ ἔργου καὶ τοῦ ἀφεῖσθαι. τὸ μὲν ἔργον ἀντὶ τῶν κατὰ μέρος ἔργων ἔλαβε, τοῦ τρέχειν καὶ ὁδοιπορέειν καὶ ἑστάναι. τὸ δ’ ἀφεῖσθαι ἀντὶ τοῦ ἐλινύειν, ὥστε οὐδὲν πλέον ἐν τῇδε τῇ ῥήσει διῆλθεν ἔργων καὶ ἡσυχίας·
878
οὐδὲ γὰρ ὅτι φύσεις ὠνόμασε μελῶν ἐν ἀρχῇ τῆς ῥήσεως ἡγητέον αὐτὸν, ἀλλὰ τοῦτο τρίτον σχῆμα τῶν κεφαλαίων εἰρηκέναι, μηδὲν τἄλλο τῆς φύσεως εἰρηκότα γνώρισμα παρὰ τὰ ἔργα, τὸ ὅλον ὧδι ἔχει, καθάπερ ἐν τῇ μικρὸν ἔμπροσθεν εἰρημένῃ ῥήσει γέγραπται. κατὰ πάντας τοὺς καιροὺς τῆς θεραπείας τῶν κατὰ χειρουργίαν παθῶν ἓν σχῆμα φυλάττεσθαι χρὴ τὸ κατὰ φύσιν τοῦ μέρους. εὑρεθήσεται δὲ τοῦτο, φησὶν, ἐκ τοῦ ἐλινύοντος καὶ ἀφειμένου, τουτέστιν ὅταν ἡσυχάζῃ τις, ἔκ τε τοῦ κοινοῦ, τουτέστι τοῦ μεταξὺ τῶν ὑπερβολικῶν, ἔκ τε τοῦ ἔθεος, ἐν τῇ δῆλόν ἐστι τὰ ἔργα καὶ τὸ ἐλινύειν περιέχεσθαι καὶ τὰ δύο ταῦθ’ ἕξομεν γενικώτατα γνωρίσματα τοῦ κατὰ φύσιν ἑκάστῳ μορίῳ γενομένῳ σχήματος, τό τε μέγα εἶναι τὸ ὑπερβολῶν αὐτὸ καὶ ἔθος. ἐγὼ δὲ ἐν τοῖς περὶ μυῶν κινήσεως ὑπὲρ τούτων διελθὼν, καὶ τὴν κατασκευὴν τῶν μορίων, ἣν ἐξ ἀνατομῆς εὑρίσκομεν, ἐνδεικνύμενος τὰ κατὰ φύσιν σχήματα τῶν μορίων, ὡς κἀν τῷ περὶ ἀγμῶν αὐτὸς ὁ Ἱπποκράτης
879
ἐδίδαξε· δύναται δὲ ἄλλος ἄλλοις ὀνόμασί τε καὶ ῥήμασι χρώμενος περὶ τῶν εἰρημένων πραγμάτων ἕτερα φαίνεσθαι λέγειν, οἷον καὶ ὅταν τις φαίη τὸ ἀνώδυνον· οὐ γὰρ ἄλλο σχῆμά τι εὑρήσει πλὴν τοῦ κατὰ τὸ ἐλινύειν εἰθισμένου. τὸ δὲ αὐτὸ τοῦτο καὶ μέσον ἐστὶ τῶν ὑπερβολικῶν. ἀλλὰ κἀκ τῆς κατασκευῆς τῶν μορίων ἐνδεικτικῶς αὐτὸ τοῦτ’ ἔστι τὸ εὑρισκόμενον.
Ὁκόσα δὲ ἐκχυμώματα ἢ φλάσματα ἢ σπάσματα ἢ οἰδήματα ἀφλέγμαντα ἐξεργᾶται, ἐκ τοῦ τραύματος ἐς μὲν τὸ ἄνω τοῦ σώματος τὸ πλεῖστον, βραχὺ δέ τι καὶ ἐς τὸ κάτω, μὴ κατάντη τὴν χεῖρα ἔχοντα ἢ τὸ σκέλος, τιθέμενον τὴν ἀρχὴν κατὰ τὸ τραῦμα καὶ μάλιστα τὰ ἐρείδοντα, ἥκιστα τὰ ἄκρα, μέσως τὰ διὰ μέσου. τὸ ἔσχατον πρὸς τὰ ἄνω τοῦ σώματος νεμόμενον ἐπιδέσει, πιέσει. ἀτὰρ καὶ ταῦτα πλήθει μᾶλλον ἢ ἰσχύϊ, μάλιστα δὲ τουτέοισιν ὀθόνια λεπτὰ, κοῦφα, μαλθακὰ, καθαρὰ, πλατέα, ὑγιέα, ὡς ἂν ἄνευ ναρθήκων καὶ καταχύσει χρῆσθαι πλέονι.
882
Φλάσματα διὰ τοῦ φ καλεῖν ἔθος Ἱπποκράτει κατὰ τὴν τῶν Ἰώνων διάλεκτον, ἃ πρὸς ἡμῶν ὀνομάζεται διὰ τοῦ θ θλάσματα. γίνεται δὲ βαρέος τινὸς ἐμπεσόντος τῷ σώματι, ὡς ἂν εἴποι τις, διασπάσαντος τὸ σαρκῶδες γένος. ἐνίστασθαι πέφυκεν, ὅταν ἡ διαθλασθεῖσα σὰρξ εἰς τὴν ὑπὸ τῷ δέρματι χώραν αἷμα προσχέῃ. τὸ τοιοῦτον πάθος ἐκχύμωμα καλεῖται καὶ γίνεται δηλονότι τοῦτο μὴ διαιρουμένου τοῦ δέρματος. εὔδηλον δὲ ὅτι καὶ φλέβες μικραὶ συνδιαιροῦνται τῇ σαρκὶ κατὰ τὴν τῶν ἐκχυμωμάτων γένεσιν. τὰ δὲ σπάσματα περὶ τὰς ἶνας γίνεται τῶν μυῶν ἐπὶ πλέον ταθείσας, ὡς ἰνίας ῥαγῆναι, καὶ καλοῦσιν ἰδίως οἱ νεώτεροι τῶν ἰατρῶν τὰ τοιαῦτα παθήματα ῥήγματα. τούτων οὖν πρῶτος ὁ Ἱπποκράτης μνημονεύσας ἐφεξῆς αὐτὸς ἔγραψεν οἰδήματα, πάντας οὕτως ὀνομάζειν εἴωθε τοὺς παρὰ φύσιν ὄγκους· οἱ μετ’ αὐτὸν εἰς φλεγμονὰς καὶ σκίῤῥους καὶ κληθέντα ὑπ’ αὐτοῦ ἰδίως οἰδήματα διῃρήκασι. φλεγμονὰς δὲ ὁ Ἱπποκράτης ὀνομάζει τὰς φλογώσεις, ἀφ’ ὧν τοὔνομα τίθεται τοῖς θερμοῖς ὄγκοις. ἔξωθεν δὲ τῶν εἰρημένων
883
ἐστὶ τὸ καλούμενον ἐρυσίπελας, φλογῶδες μὲν ἀεὶ, σὺν ὄγκῳ δὲ οὐκ ἀεί. ταῦτα οὖν ἅπαντα τὰ κατειλημμένα παρ’ Ἱπποκράτει ὀνομαστὶ πάθη τὴν μὲν κατὰ δίαιταν καὶ φαρμακείαν ἑτέραν ἔχει θεραπείαν, τὴν δὲ κατὰ χειρουργίαν ἐξ ἐπιδέσεως τρόπου γινομένην, ὅταν καὶ μάλιστα ἐκ τῆς προϋπαρχούσης ἐπιδέσεως τὴν γένεσιν ἐσχηκότα, περὶ ὧν νῦν ποιεῖται τὸν λόγον. τὸ γὰρ ἐξεργᾶται ἐκ τοῦ τρώματος, οἷον ἐκθλίβεται ἢ ἐξαιρεῖται δηλοῖ. τινὲς ἄντικρυς ἐξαίρεται γράφουσιν, ὡς μηδεμιᾶς ἐξηγήσεως δεῖσθαι. τὴν δ’ ἐπίδεσιν αὐτῶν ἐν μὲν τῷ περὶ ἀγμῶν ἀπ’ αὐτοῦ τὸ οἴδημα ἔχοντος μορίου ποιεῖται, νυνὶ δὲ ἀπὸ τοῦ τρώματος. δῆλον δ’ ὅτι καλεῖ τρώματα τὴν βλάβην τοῦ μορίου καὶ τοιοῦτόν γε τῆς καταγματικῆς ἐπιδέσεως ὑπαλλάττει νῦν, ὅτι τὴν πλείστην νομὴν τῶν ἐπιδέσμων ἐπὶ τὸ ἄνω ποιεῖσθαι κελεύει, βραχὺ δέ τι τὸ κάτω. τὸ μηδὲ κατάντη τὴν χεῖρα ἔχοντα ἢ τὸ σκέλος, κοινὸν μέν ἐστι πρὸς τὴν καταγματικὴν
884
ἐπίδεσιν, ἀλλ’ ὡς μεγίστην ἔχον αὐτὸ δύναμιν ἐπὶ τῶν νῦν προκειμένων οὕτως ἔγραψε, μή πως ἀμελέστερον σχόντες εἰώθαμεν, ἐνίοτε μεγάλην αἱρώμεθα βλάβην. ὅσα γὰρ ἀξιόλογον βλάβην ἢ ὠφέλειαν ἔχει καλῶς καὶ μὴ καλῶς γινόμενα, ταῦτα ἀναμιμνήσκειν οὐκ ὀκνήσει συνεχέστερον. ἐφ’ ὧν δὲ μικρὰν ὠφέλειαν ἢ βλάβην οἶδε γιγνομένην, ἀρκεῖται περὶ τούτων ἅπαξ εἰπεῖν. ἐπὶ μὲν οὖν τῶν καταγμάτων, ὅταν εὐθέως ἐπιδέηται, πρὶν ἤτοι φλεγμῆναι τὸ πεπονθὸς ἤ τι τῶν νῦν εἰρημένων ἐπιγενέσθαι παθῶν, τοῦ μὲν μηδὲν ἐπιῤῥεῖν τῷ πεπονθότι παραπλησίως ἡ πρόνοια τῶν νῦν εἰρημένων ἐστὶν, οὐ μὴν τοῦ γε διαφορεῖσθαι τὸ περιεχόμενον ἐν τῷ πεπονθότι, καθάπερ κἀπί τι τοιοῦτον καὶ τοῖς κατὰ χύσιν προσέθηκεν, οὐχ ὡς οὐδ’ ὅλως ἐπ’ ἐκείνῳ χρώμενος, ἀλλ’ ὡς νῦν μᾶλλον. ἐπὶ πλέον γὰρ δεῖ τοῖς τοιούτοις ὕδατος θερμοῦ καταχεῖν, ἵνα διαφορηθῇ τὸ περιεχόμενον ἐν τοῖς ὠγκωμένοις. οὕτως οὖν καὶ αὐτὸς ἐν τῷ περὶ πτέρνης λόγῳ καθ’ ἣν ἀφ’ ὑψηλοῦ πηδησάντων ἐκχύμωμά τι γίγνεται σὺν τοῖς ἄλλοις οἷς ἔγραψεν εἰς τὴν
885
θεραπείαν αὐτῶν χρησίμοις καὶ τοῦτο προσέθηκεν, ὕδατι θερμῷ πλείστῳ, οὐ τῇ πιέσει τὴν ἀσφάλειαν ἔχει τὸ ἐπιδούμενον μόριον. εἴρηται μὲν οὖν αὐτῷ κἀπὶ τῶν καταγμάτων. χρεία δὲ μείζων ἐπὶ τῶν νῦν προκειμένων ἐστὶν, ὅπως μήτε θλίβοιτο καὶ διαφοροῖτο. διὰ τὴν αὐτὴν οὖν αἰτίαν καὶ χωρὶς ναρθήκων ποιεῖται τὴν ἐπίδεσιν, ὥστε κατὰ δύο τῆς καταγματικῆς αὐτὴν ἀποκεχωρηκέναι, καθόσον ἧττόν τε πιέζεσθαι δεῖται καὶ μάλιστα ἐπ’ αὐτῶν ἀξιοῖ τὰ ὀθόνια κοῦφα εἶναι καὶ λεπτὰ καὶ μαλθακὰ καὶ καθαρά. τούτων γὰρ μάλιστα χρῄζει τὰ πιέζεσθαι μὲν ἧττον δεόμενα, διαφορεῖσθαι δὲ μᾶλλον. προσέθηκε δὲ τὸ χωρὶς φλεγμονῆς εἶναι δεῖν ἕκαστον τῶν εἰρημένων παθῶν, εἰ μέλλοιτο διὰ τῆς εἰρημένης ἐπιδέσεως θεραπεύεσθαι, διότι τὰ φλεγμαίνοντα τὴν ἐξ ἐπιδέσεως πίεσιν οὐδὲ μετρίως γιγνομένην ἀνέχεται καὶ διὰ τοῦτο θεραπεύομεν αὐτὰ καταπλάσμασί τε καὶ συνεχέσιν ὕδατος θερμοῦ καταχύσεσι καὶ φαρμάκοις ὑγροῖς, ὅσα δηλονότι φλεγμονὰς ὠφελεῖσθαι ἱκανά.
Τὰ δὲ ἐκπτώματα ἢ στρέμματα ἢ διαστήματα ἢ ἀποσπάσματα ἢ ἀποκλάσματα ἢ διαστρέμματα, οἷα τὰ κυλλὰ, τὰ ἑτερόῤῥοπα, ἔνθεν μὲν ἐξέστη συνδιδόντα, ὅπη δὲ συντείνοντα, ὡς ἐς τἀναντία ῥέπῃ ἐπιδεθέντα ἢ πρὶν ἐπιδεθῆναι σμικρῷ μᾶλλον ἢ ὥστε ἐξ ἴσου εἶναι. καὶ τοῖσιν ἐπιδέσμοισι καὶ τοῖσι σπλήνεσι καὶ τοῖσιν ἀναλήμμασι καὶ τοῖσι σχήμασι, κατατάσει, ἀνατρίψει, διορθώσει, ταῦτα καὶ καταχύσει πλείονι.
Περὶ τούτων ἁπάντων παθῶν ἔν τε τῷ περὶ ἀγμῶν καὶ ἄρθρων αὐτὸς ἐδίδαξε τελεώτατα καὶ νῦν ὥσπερ ἄλλων πολλῶν, οὕτως καὶ τούτων, οἷον ἐπιτομήν τινα γράφει, καθ’ ἑαυτὴν μὲν ἀσαφῆ διὰ συντομίαν, εὔδηλον δὲ τοῖς προσανεγνωκόσιν ἐκεῖνα τὰ βιβλία. καὶ ἡμεῖς δὲ ὅτι φθάνομεν αὐτὰ προεξηγήσασθαι, διὰ τοῦτο νῦν ὀλίγα ἀναμνήσεως ἕνεκεν ἐροῦμεν. ἐὰν δέ τις ἐκ τοῦ κατ’ ἰητρεῖον ἄρχεται, τοῦτο
887
χρὴ τὸν διδάσκαλον σαφηνείας ἕνεκεν λέγειν ὅσα κατὰ τὸ περὶ ἀγμῶν καὶ ἄρθρων αὐτὸς ὁ Ἱπποκράτης ἔγραψεν, ἐν ὑπομνήματι δὲ μεταγράφειν αὐτὰ καὶ παρατίθεσθαι νῦν. κέκληκεν οὖν ἐν τῇ προκειμένῃ ῥήσει ὁ Ἱπποκράτης ἐκπτώματα μὲν ἐπὶ τῶν ἐξηρθρηκότων, στρέμματα δὲ φώνει μὲν, ὅταν διάρθρωσις ἀπαθής ἐστιν, ἐστράφη δὲ τὰ περὶ αὐτὴν νευρώδη σώματα καὶ γίνεται μάλιστα τοῦτο τοῖς κενεμβατεῖν λεγομένοις. διαστήματα δὲ ἐπὶ τῶν ψαυόντων μὲν ἀλλήλων ὀστῶν φύσει καὶ χωρὶς διαρθρώσεως, ἀποστάντων δὲ διά τι πάθημα. καὶ κατὰ τὸ περὶ ἀγμῶν καὶ ἄρθρων αὐτὸς μέμνηται διϊσταμένων ὀστῶν ἀπ’ ἀλλήλων ὀνομαστί. κατὰ μὲν ἀγκῶνα πήχεος, κερκίδος, ἐν δὲ τῇ ἄκρᾳ τῷ γόνυϊ τῶν συντιθέντων αὐτὴν κατὰ τὸν πόδα τῶν πλησιαζόντων τῇ πτέρνῃ. τὰ δὲ ἀποσπάσματα τῶν ὀστῶν γίγνεται, καθάπερ αὐτὸς ἀπ’ ἀκρωμίου διῆλθεν, ὅταν τῶν συνδούντων αὐτὰ διασπασθέντων ἀποχωρισθῇ πλεῖστον ἀπ’ ἀλλήλων
888
συνεχόμενα πρότερον. τὰ δὲ ἀποκλάσματα καλεῖται μὲν ὑπὸ τῶν νεωτέρων ἀπάγματα. μέμνηται δὲ αὐτῶν ἐπὶ τέλει ἐν τῷ περὶ ἀγμῶν καὶ ταῖς περὶ ἀγκῶνος εἶναι ἴνεσι καὶ τὸ ἄπαγμα γέγραφεν αὐτὸς, ὅθεν ὁρμηθέντες οἱ μετ’ αὐτὸν ἀπάγματα προσηγόρευσαν ὅσα πλησίον τῆς διαρθρώσεως γίνεται κατάγματα, δι’ ὅλου τοῦ πάχους τῶν ὀστῶν, ὡς ἀπ’ ἀλλήλων διαστῆναι τὰ μεγάλα καὶ καλοῦσιν οἱ νεώτεροι αὐτὰ κατάγματα καυληδὸν γεγονέναι τὰ δὲ διαστρέμματα τῶν στρεμμάτων διαφέρει, καθόσον ἅπτεταί πως τῆς διαρθρώσεως ἐπ’ ὀλίγον αὐτὴν διαστρέφοντα καὶ συμμετακινοῦντα. γίνεται δὲ καὶ περὶ ἓν ὀστοῦν, μάλιστα δὲ κνήμην ἐπὶ τῶν παιδίων, ἣν καὶ μετὰ παραθέσεως τῶν ἐξευθυνόντων ἑκατέρωθεν ἐπιδοῦμεν ἐκ φιλύρας ἤ τινος οὕτως εὐτόνου τε καὶ μαλακοῦ ξύλου, ποιούμενοι δὲ λεπτὰ σανίδια. κάλλιστα δὲ ἐποίησε καὶ αὐτὸς προσθεὶς τὸν διὰ τῶν περιστρεμμάτων λόγον τὰ ἑτερόῤῥοπα. εἴτε γὰρ, ὥς τινες γράφουσι, τὰ οἷα τὰ κυλλὰ ταῦθ’ ἑτερόῤῥοπα κατὰ πάσας τὰς γραφὰς τὰ ἑτερόῤῥοπα συμφωνεῖται πᾶσιν. καὶ γὰρ
889
εἴσω καὶ ἔξω τὴν ῥοπὴν ἴσχει πολλάκις ἡ διάρθρωσις ὅλη καὶ μάλιστα ἐν σκέλεσι κατὰ γόνυ καὶ κατὰ σφυρὰ, καὶ καλεῖται τὰ μὲν ἔξω ῥέποντα βλαισὰ, τὰ δὲ ἔσω ῥαιβὰ καὶ κυλλά. τούτοις ἅπασι τοῖς εἰρημένοις πάθεσιν ἐπίδεσις ἁρμόττει, δύο τούτους ἔχουσα σκοποὺς, ὅπου μὲν ἀπεχώρησε τὸ μόριον, ἐκεῖθεν αὐτὸ προσάγεσθαί τε καὶ ἐπικεῖσθαι διὰ τῶν ἐπιδέσμων· ἐὰν δὲ ἐξέσται χαλαρὸν εἶναι τὸ χωρίον, ὅπως δέχηται τὸ διὰ τῆς ἐπιδέσεως ὠθούμενον εἰς αὐτό. συνδιδόναι δὲ, τουτέστιν ἀνιέναι καὶ μὴ τείνειν ἔνθα χρὴ, τὸν ἐπίδεσμον ὑπακουστέον ἐστί. τὸ δὲ ἐξέστῃ κατ’ ἐκεῖνο τὸ μέρος τῆς ῥήσεως ἐν ᾧ φησιν, ὅπη δὲ, ὡς γενέσθαι τὴν ὅλην λέξιν τοιαύτην· ὅθεν μὲν ἐξέστη συνδόντα, τουτέστι χαλῶντα τὸν ἐπίδεσμον, ὅπη δὲ ἐξέστη συντείνοντα ὡς εἰς τἀναντία ῥέπειν τῆς χώρας, εἰς ἣν ἐξέστη. τῆς δὲ εἰς τἀναντία ῥοπῆς τοῖς ἐξεστῶσιν ὅρος οὕτω κατὰ φύσιν ἔθετο. νικηθήσεται γὰρ οὕτω ἡ ἐπίδεσις ὑπὸ τοῦ παθήματος εἰθισμένου τοῦ μορίου πολυχρονίῳ διαστροφῇ, ἀλλ’ ἐπέκεινα βραχὺ τοῦ κατὰ φύσιν ἄγειν ἀξιοῖ. τοῦτο γάρ ἐστι
890
τὸ λεγόμενον ὑπ’ αὐτοῦ σμικρῷ μᾶλλον, ὥστε ἐξ ἴσου εἶναι. τὸ γὰρ κατὰ φύσιν ἴσον ἐστὶ καὶ τὴν εἰς ἐναντίον τόπον ῥοπὴν ἐξ ἁπάντων κελεύειν, ποιεῖν ἡμᾶς ὅσα παραλαμβάνομεν εἰς τὴν ἐπίδεσιν, ἃ καὶ κατὰ λέξιν αὐτὸς ὀνομαστὶ καὶ τοῖσιν ἐπιδέσμοισιν. εἰπὼν, καὶ τοῖσι σπλήνεσι καὶ τοῖσι ἀναλήμμασι καὶ πρὸς τούτοις ἔτι κατατάσει, ἀνατρέψει, διορθώσει. κατὰ πάντα γὰρ ταῦτα δυνατόν ἐστι περιῤῥέπειν εἰς τἀναντία τὴν ἐπίδεσιν ἐπὶ πλέον τοῦ κατὰ φύσιν, ἀλλὰ καὶ καταχύσει πλέονι χρῆσθαι, καὶ λέγει προσθεὶς ἐνταῦθα τῷ πλέονι παραλελειμμένον μὲν ἐν τῇ προτέρᾳ ῥήσει, συνεπινοούμενον δὲ τοῖς εἰρημένοις. ἐπ’ ἐκείνων μὲν οὖν ἕνεκα τοῦ διαφορῆσαι, ἐπὶ τούτων δὲ τοῦ μαλακῦναι χάριν ὕδατος θερμοῦ καταχύσει χρῆται πλείονι.
Τὰ δὲ μινυθήματα πολὺ προσλαμβάνοντα τοῦ ὑγιέος, ἐπιδεῖν ὡς ἂν ἐξ ἐπιδρομῆς τὰ συντακέντα πλέονα ἢ αὐτόματα ἐμινύθη ἢ ἄλλῃ ἢ τῇ ἐξ ἐπιδέσεως παραλλάξαντα 891
ἐκκλίει εἰς τὴν αὔξησιν καὶ ἀνάπλασιν τῶν σαρκῶν ποιήσεται.
Τὴν ῥῆσιν ταύτην ἔνιοι μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὥσπερ καὶ ἄλλας πολλὰς, ἐπέδρασαν ὀλίγα περιλαλήσαντες, οἱ δὲ ἐπιχειρήσαντες σαφῶς ἐξηγήσασθαι ἥμαρτον τῆς ἀληθείας, ὡς θαυμάζειν μὲν τίνι τρόπῳ τὰ μινυόμενα μόρια, τουτέστιν ἰσχνὰ καὶ ἄτροφα γινόμενα, πρὸς τὴν κατὰ φύσιν εὐκρασίαν ἐπανῆγον. ἐγὼ δὲ καὶ ὅσα μὲν ἐν σημαινομένῳ λέξεως ἤ τινι σαφηνιστικῷ προβλήματι ζητεῖται, βλάβην οὐδεμίαν ἡγοῦμαι φέρειν εἰς τῆς τέχνης ἔργα τοῖς μανθάνουσιν, εἰ καὶ κακῶς τις ὑπολάβοι περὶ αὐτῶν. τὰ δ’ ἀγγεῖα τῆς ὠφελούσης ἀγωγῆς γραφόμενα βλάπτειν ἀναγκαῖον ἤ τινι ἀσκουμένῳ κατὰ τὴν τέχνην. ὡς τοίνυν αὐτὸς ἐθεράπευσα διὰ παντὸς ἠτροφηκότα μόρια διδάξω. πρότερον πῶς ἤδη τῆς ἐξ αὐτῶν ὠφελείας ἀπολαύωσιν οἱ μανθάνοντες, εἶθ’ ἑξῆς τὴν ῥῆσιν ἐφαρμόσαι πειράσομαι
892
τοῖς ἀληθέσιν. ἐν γὰρ τοῖς σαφῶς γεγραμμένοις ἴσχεσθαι μὲν δὴ πάντως τῆς τῶν πραγμάτων ἀληθείας πειράσομαι καὶ τὴν τοῦ παλαιοῦ λέξιν, ἐὰν οἷόν τε ᾖ, τούτοις ὁμολογοῦσαν ἐπιδεικνύειν. εἰ δὲ ἀδύνατοί ποτε τοῦτο πρᾶξαι εἴημεν, τὸ οὖν ἀληθὲς ὁ νέος ἤδη γιγνωσκέτω. τῶν γοῦν γιγνομένων ἐν μέρεσί τισιν ἰσχνοτήτων αἱ πλεῖσται διὰ τὸ πολυχρόνιον ἡσυχίαν αὐτῶν ἢ καταγματικῆς αὐτῶν ἐπιδέσεως τρόπῳ εἰς τὰ παθήματα ταῦτα ἔρχονται. ἥ τε γὰρ ἡσυχία τὴν δύναμιν ἄῤῥωστον ἐπιδείκνυσι τῶν ἡσυχαζόντων μορίων, ἥ τ’ ἐπίδεσις ἐκθλίβουσα τὸ αἷμα τῶν ἐπιδουμένων, τὸ μὲν εἰς τὴν ἄνω χώραν, τὸ δὲ εἰς τὴν κάτω τὴν τροφὴν αὐτῶν ἀφαιρεῖται, ὥστε καὶ τὴν ἴασιν ἐναντίαν χρὴ ποιεῖσθαι τῇ γενέσει τοῦ πάθους, ῥωννύντας αὐτὴν τὴν δύναμιν τοῦ πεπονθότος μορίου χορηγοῦντας αὐτῇ δαψιλὲς αἷμα. ἡ μὲν οὖν δύναμις ῥώννυται τρίψεσί τε καὶ μετρίαις καταχύσεσι καὶ κινήσεσι. κατ’ ἀμφότερα τὰ γένη, τὸ ποιὸν καὶ τὸ ποσὸν, ἐπιτήδεια ταῖς κινήσεσιν. ἕνεκα δ’ ἐπιῤῥεῖν
893
πλέον οἷόν τε ἐπιδέσεώς τε τῆς κατὰ τὴν προκειμένην καὶ καταχύσεως μετρίας ὕδατος θερμοῦ καὶ κινήσεως καὶ τρίψεως, ἅπερ καὶ τὴν δύναμιν ἐπιῤῥωννύει. εἶναι δὲ χρὴ πάντα μέτρια, κατά τε τὸ ποσὸν καὶ τὸ ποιόν. οὐ γὰρ ἀπόχρη μόνον τὴν τρίψιν ἢ τὴν κίνησιν ἢ τοῦ θερμοῦ κατάχυσιν ὕδατος μήτε πολλὴν μήτε παντάπασιν ὀλίγην ὑπάρχειν, ἀλλ’ ἐν τούτοις χρὴ τὴν μὲν τρίψιν ἐν τῷ μέσῳ σκληρᾶς καὶ μαλακῆς, ὀλίγης τε καὶ πολλῆς εἶναι. τὸ δὲ εὔκρατον ἐν τῷ μεταξύ ἐστι τοῦ τε μηδέπω θερμαίνοντος, ὃ χλιαρὸν καλεῖται, καὶ τοῦ δάκνοντος ἤδη θερμοῦ καὶ λυποῦντος, ὃ δὴ ζέον ὀνομάζεται. καὶ τὸ πλήθει δὲ δηλονότι μέσον εἶναι προσῆκεν αὐτῷ πολλοῦ τε καὶ ὀλίγου. καὶ τόν γε τῆς ποσότητος λόγον αὐτὸς ἐδίδαξεν εἰπὼν ἔμπροσθεν, ἔτι μετεωριζομένου δεῖ πρὶν συμπίπτειν παύεσθαι. κατὰ τοῦτον δὲ τὸν χρόνον ἐρυθρότατον ὡσαύτως συμβαλλόμενον ὁρᾶται τὸ μόριον. ἅπαντα μὲν οὖν ὅσα λεπτὰ καὶ ἄτροφα γίνεται σαφῶς ἀναιμότερα φαίνεται τῶν κατὰ τὴν φύσιν ἐχόντων καὶ μόγις ἐρυθραίνεται καὶ τριβόντων καὶ καταχεόντων
894
ὕδωρ θερμὸν ὁ σκοπὸς τῆς ποσότητός ἐστιν ἔρευθος κτήσασθαι τὸ μόριον, ὁ δὲ αὐτὸς οὗτος χρόνος ὀγκωδέστερον αὐτὸ δείκνυσιν. ἐὰν δὲ ἐπιμείνῃ ὁ τρίβων ἢ καταχεών, ὅ τε ὄγκος συμπίπτει καὶ παύεται τὸ ἔρευθος. καὶ μέντοι καὶ προγνώσει τό τε ἐνίατον ἢ καὶ δυσίατον ἐν τοῖς μινυθήμασιν ἐκ τοῦ ῥᾳδίως ἢ μόγις ἔρευθος κτᾶσθαι καὶ εἰς ὄγκον αἴρεσθαι. ποιῷ δὲ τοῦτο δυσχερῶς κτωμένοις καὶ διά τινος τῶν θερμαινόντων φαρμάκων ὑγρῶν τὴν ἀνάτριψιν ποιούμενος καὶ μάλιστα ὅσα βραχὺ θαψίας μὴ παλαιᾶς, ἀλλὰ καὶ καταχρίω τινὶ τῶν πιττόντων φαρμάκων τὰς τοιαύτας ἰσχνότητας. ὅσα δέ τινά ποτέ εἰσι πιττωτὰ ἢ δρωπακιστὰ νοήσεις ἀκούσας καὶ πίτανα, ἀλλὰ δρώπακα, καί σοι λέγειν ἐξέστω καθότι περ ἂν βουληθῇς. οὐ γὰρ ἀττικίζειν διδάσκειν πρόκειταί μοι τοὺς νέους ἐν τοῖσδε τοῖς ὑπομνήμασιν, ἀλλὰ τὰ χρησιμώτατα τῶν ἔργων τῆς ἰατρικῆς τέχνης διεξέρχεσθαι καὶ ταῦτα πιττόντων φαρμάκων κατὰ τοὺς προειρημένους σκοπούς. ἐὰν μὲν γὰρ ἡ πρώτη
895
χρῆσις εὔλογόν τε καὶ εὔρυθρον ἀπεδείξατο μόριον, ἤδη παύεσθαι προσῆκεν· εἰ δὲ μὴ, καὶ δεύτερον ἐπιχρίειν καὶ τρίτον ἐπὶ τινῶν μὲν καθ’ ἑκάστην ἡμέραν, ἐπὶ τινῶν δὲ διὰ τρίτην ἢ τετάρτην, ὡς ἂν μάλιστα δεόμενον ἴδῃς τὸν πεπονθότα τόπον. οὐ προστίθημι δὲ ἐνίοτε κατὰ τὸν λόγον τῶν σκόπων, τὸ θερμὸν γίγνεσθαι τὸ μόριον, ἀνατριβόμενον ἢ πιττούμενον, ἐπειδὴ συνεπινοεῖται τοῦτο τὸ ἐρυθρῷ. κατὰ γὰρ τὸν αὐτὸν χρόνον εἰς ἔρευθός τε καὶ θερμασίαν ἐπιδίδωσιν, οὕτως ἀεὶ θεραπεύων ἐγὼ τὰς παρὰ φύσιν ἰσχνότητας, ὀλιγάκις ἐδεήθην ἐπιδέσεως. εἰ δέ ποτε δεηθείην, ὡς Ἱπποκράτης ἔγραψεν, ἐπέδησα προσέχων αὐτοῦ τῇ λέξει, καθ’ ἣν εἶπεν ἀλλοίῃ τῇ ἐπιδέσει. τὸ γὰρ ἀλλοίῃ πρὸς τὴν καταγματικὴν ἀντιθεὶς εἶπεν, ἡ τὴν θλίψιν σφοδροτέραν ἐπὶ τῶν πεπονθότων ποιουμένη. ἡ οὖν ἀλλοία ἐπίδεσις εὐθὺς μὲν κἀν τῇ πρώτῃ τῶν ὀθονίων ἐπιβολῇ διαφέρει τῇ καταγματικῇ, οὐκ ἐπ’ αὐτοῦ τοῦ θεραπευομένου μορίου τὴν ἀρχὴν τιθεμένων ἡμῶν, ὡς
896
ἐφ’ ἑλκῶν τε καὶ καταγμάτων ἐγχυμωμάτων τε καὶ θλασμάτων, ὅσα τ’ ἄλλα μικρῷ ἔμπροσθεν εἴπομεν, εἰώθαμεν ποιεῖν. ἔπειτα δὲ μὴ πιέζειν κατὰ τὸ πεπονθὸς μόριον, ἀλλὰ ἀνίεσθαι μὲν κατὰ τοῦτο, πιέζειν δὲ μάλιστα μὲν ὅθεν ἤρξω κατὰ τὸ ὑγιὲς, ἑξῆς δέ σε κελεύει μὲν τὴν τάσιν ἐν τῇ κατὰ ὑγιὲς νομῇ μέχρι τοῦ πεπονθότος. ὅταν δὲ ἐπὶ τὸ πεπονθὸς ἀφίκηται, μάλιστα ἐκλελυμένῃ χρῆσθαι τῇ περιβολῇ τῶν ὀθονίων. χειμῶνος μὲν οὖν καὶ αὐτῷ συμπεριβαλεῖν τὸν ἐπίδεσμον, ὅπως μὴ θερμαίνῃ τὸ χαλαρὸν δηλονότι καὶ πιέσεως οὐδὲ τοὐλάχιστον ἔχοντα. θέρους δὲ τὸ μὲν ὑγιὲς ἐπιδῷ, τὸ περιεχόμενον αἷμα κατ’ αὐτὸ πρὸς τῆς ἀνατρέψεως δεόμενον ἐκθλίβων, αὐτὸ δὲ τὸ θεραπευόμενον οὐκ ἐπιτηδείως τῇ ἐπιδέσει ἐπιθερμαίνειν αὐτὸ καὶ διαφορεῖν. ὅταν δὲ ἱκανῶς ἄτροφον ὅλον τὸ σκέλος ἢ χεὶρ ὅλη γεγένηται, τὸ ἀντικείμενον κῶλον ἐπιδῶ, τὴν ἀρχὴν ἐκ τῶν κάτω μερῶν ποιησάμενος, εἶτ’ ἀναλαμβάνων ἐπὶ μὲν σκέλους ἄχρι τοῦ βουβῶνος, ἐπὶ δὲ χειρὸς ἄχρι μασχάλης καὶ ὤμου. κατὰ γὰρ τὸν αὐτὸν τρόπον ἀποσχίζονται τῆς
897
μεγάλης φλεβὸς, ἐν μὲν τοῖς κάτω μέρεσι τοῖς καθ’ ἱερὸν ὀστοῦν αἱ τὰ σκέλη τρέφουσαι φλέβες, ἐν δὲ τοῖς ἄνω τοῖς κατὰ κλεῖς αἱ τὰς χεῖρας. ὅταν οὖν ἡ τῆς ἑτέρας φλεβὸς ἐπιῤῥοὴ τοῦ αἵματος εἰς τὸ συζυγοῦν κῶλον ἀποκλεισθῇ, πρὸς τὸ ἕτερον ἥκει τὸ αἷμα καὶ διὰ τοῦτο τὴν μὲν κατὰ τὸ ὑγιὲς σκέλος ἐπίδεσιν ἐσφίγχθαι χρὴ μέχρι τοῦ μὴ θλίβειν οὕτως, ὡς ὀδύνην ποιεῖν. ἤτοι δὲ γυμνὸν εἶναι χρὴ τὸ πεπονθὸς μόριον ἢ ὀλίγον ἐρίοις ἐσκεπάσθαι μέχρι τοῦ μηροῦ, ὁπότε ψυχρὸν εἴη τὸ περιεχόμενον. οὐκ ὄντος δὲ ψυχροῦ γυμνόν τε εἶναι συμφέρει καὶ συνεχῶς ἀνατρίβεσθαι πρὸς ταῖς σινδόσιν, εἶτα φαρμάκοις θερμαίνουσιν, ὅταν ᾖ δυσεκθέρμαντα. ταχέως δὲ θερμαινομένων ἔλαιον μόνον ἀρκεῖ βραχύτατον ἔχον κηροῦ. προσμένει τε γὰρ μᾶλλον τοῦτο καὶ ἦττον διαφορεῖ. κατὰ τὴν αὐτὴν ἀναλογίαν κἀπὶ τῶν χειρῶν ἅπαντα γίγνεται. καὶ γὰρ ἐπιδετέον ἐστὶ τὴν ἀπαθῆ, καθάπερ τὸ σκέλος καὶ θερμαντέον ἰσχυρῶς τὴν πεπονθυῖαν ἀνατρίψει τε καὶ κινήσει. καὶ ὅταν μὴ παντάπασιν ὁ κάμνων ἠλίθιος, πυνθάνεσθαι βέλτιον αὐτὸν τὸ
898
πότερον τῆς ἐν. τῷ θεραπευομένῳ μορίῳ θερμασίας αἰσθάνεται παραπεμφθείσης ἢ πεπαῦσθαι φαίνεται σαφῶς αὐτὸ, κἄν φησι πεπαῦσθαι, καιρὸς ἤδη τῆς δευτέρας χρήσεώς ἐστι τῶν θερμαινόντων τε καὶ ῥωννύντων αὐτό. τέτταρα δὲ αὐτά ἐστι κατὰ γένος, τὰ διὰ σινδόνων ἀνατρίψεως, ὕδατος θερμοῦ καταχύσεως, ἀνάτριψις ἤτοι διὰ τοῦ φαρμάκου θερμαίνοντος ἢ δι’ ἐλαίου κατάχρισις ἁπλοῦ δρώπακος. ἐὰν δέ ποτε φαίνηταί σοι λίαν κατεψῦχθαι τὸ θεραπευόμενον μέρος, ἔστω ποικίλος ὁ δρῶπαξ ἐπεμβεβλημένον ἔχων ἄσφαλτον καὶ θεῖον ἄπυρον ὀλίγον καὶ πύρεθρον. ὅτι μὲν οὖν οὕτω χρὴ θεραπεύειν τὰ λελεπτυσμένα σώματα, οἶδα, παμπόλλους ἰασάμενος. εἰ δὲ καὶ τὴν Ἱπποκράτους ῥῆσιν ἐξηγοῦμαι καλῶς, οὐκέτι διαγίνεσθαι δύναμαι πᾶσαν κατὰ εἶδος ἐξήγησιν ἀσαφοῦς λέξεως, ἄχρι μὲν τοῦ πιθανοῦ προερχομένην, τὸ δὲ ἐπιστημονικὸν καὶ βέβαιον οὐκ ἔχουσαν. ἐξηγοῦμαι δὲ τὴν ῥῆσιν οὐχ ὡς οἱ πλεῖστοι κατὰ τὴν τοιάνδε γραφήν· ὡς ἂν ἐξ ἐπιδρομῆς συντακέντα πλέον ἢ αὐτὰ ἐμινύθει· μοχθηρὸν γὰρ ἔχει τὸν νοῦν, ἀλλ’ ὡς ἔνιοι
899
γράφουσι μετὰ τοῦ ἄρθρου κατὰ τήνδε τὴν λέξιν, ὡς ἂν ἐξ ἐπιδρομῆς τὰ συντακέντα. λέγει γὰρ συντακέντα τὰ λεπτυνθέντα χωρία διὰ τὴν ἀκινησίαν τε καὶ ἀτροφίαν. ταῦτα δ’ οὖν αὐτά φησιν ἐξ ἐπιδρομῆς τοῦ αἵματος, ὡς εἰ καὶ ἐπιῤῥοῆς εἶπεν, ἰᾶσθαι δεῖν, αἵματος ἀφικομένου δηλονότι πρὸς τὰ πεπονθότα πλέονος ὅσου δεῖσθαι δόξειεν, ἂν ἢ κατὰ φύσιν εἶχε. συμβήσεται γὰρ οὕτως εἰς τὴν αὔξησιν ἐκκλῖναι τὰ μινυθήματα τῆς πρόσθεν ἐπιδέσεως ἀλλοίας χρησάμενος. δέδεικται δὲ αὐτῆς ὀλίγον ἔμπροσθεν ἡ ἀλλοιότης ἢ καὶ τὴν δύναμιν ἀλλοίαν ἀναγκαίαν ἀκολουθεῖν. ἡ μὲν γὰρ πρόσθεν ἀπέλθῃ τοῦ πεπονθότος μορίου τὸ αἷμα, χορηγεῖ δὲ αὐτὴ δαψιλέστερον, εἰ κατὰ φύσιν εἶχεν. ὅτι μὲν γὰρ τὸ κατὰ φύσιν ἔχειν αὔταρκες ὄν τὸ περιεχόμενον ἐν αὐτῷ καὶ διὰ τοῦτο πλέον οὐκ ἐχρῆν ἐπιῤῥεῖν τοῦ μέλλοντος εἰς θρέψιν τε καὶ διαναπνοὴν ἀναλίσκεσθαι. νυνὶ δὲ κενοῦ καὶ ἀναίμου μορίου τοῦ πεπονθότος γεγονότος πολλῷ πλέον εἶναι χρὴ τὸ ἐπιῤῥέον, ἵνα μὴ τρέφηται μόνον, ὡς
900
ὅταν γένηται ὑγιὲς, ἀλλὰ καὶ ἀνατρέφηται. καὶ τὰς ἀπορίας δὲ νῦν πλέονας ἀναγκαῖόν ἐστι γενέσθαι διὰ τὸ συνεχῶς θερμαίνεσθαι τὸ μόριον. ἅπαντα γὰρ αὐτὸ θερμαίνει κατὰ τὴν θεραπείαν γιγνόμενα καὶ ἡ τρίψις καὶ ἡ κίνησις καὶ ἡ φαρμακεία καὶ ἡ πιττία καὶ τοῦ πιττωκοῦ τὸ κατεχόμενον καὶ ὕδωρ θερμόν. ὁ γὰρ Ἱπποκράτης καὶ τούτῳ φαίνεται χρώμενος, ἴσως διὰ τὴν ἀπορίαν τῶν βαλανείων ἐν τῷ τότε χρόνῳ. ἐμοὶ δὲ ἤρκεσται κατ’ ἐνεστῶτα τὸ κατὰ τὰς ἐν τῷ βαλανείῳ πυέλας ὕδωρ εἴς τε τὸ θερμῆναι μετρίως θεραπευόμενα μόρια καὶ τὸν ἐκ τῶν τάσεων κόπον αἴρεσθαι· χρὴ δὲ κινεῖν αὐτὰ κατὰ τὰς συνήθεις ἐνεργείας καὶ τοῦτο πράττειν οὐχ ἅπαξ ἀθρόως ἑκάστης ἡμέρας, ἀλλὰ πολλάκις, ὥσπερ τὴν τρίψιν ἄχρι τοῦ διαθερμανθῆναι παραλαμβάνοντας, εἶτα παύοντας. ἐγὼ μὲν οὖν οὕτως ἐφαρμόζω τῇ ῥήσει τὴν ἀληθῆ θεραπείαν, ἧς ἐγὼ ἔργῳ τὴν δύναμιν ἔδειξα μυρίων ἐξ ἐπιδέσεως καὶ χρονίας ἡσυχίας καταλελεπτυσμένων ἀνατρέψας μόρια. καιρὸς δ’ ἂν εἴη καὶ τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐξηγήσασθαι τὴν γνώμην, ὧν
901
οἱ πλεῖστοι μὲν, ὡς ἔφην, περιλαλήσαντες μόνον, ἀνεξήγητον εἴασαν τὴν ῥῆσιν, ὀλίγοι δ’ ἐπεχείρησαν κατὰ τὴν αὐτὴν λέξιν ἐφαπλῶσαι τὴν ὅλην διάνοιαν ἐξ αὐτῆς ἐπιδέσεως τὴν τοιάνδε. κελεύειν φασὶ τὸν Ἱπποκράτην τὰ μινυθήματα δι’ ἐπιδέσεως ἄρχεσθαι θεραπεύειν, ἵνα συντακέντα, τουτέστι καταλεπτυνθέντα πλέον αὐτὰ ἢ πρόσθεν ἐλελέπτυντο μεταβολὴν εἰς τοὐναντίον σχῆμα λαμβάνοιτο· πολλὰ γὰρ τῶν παθῶν οὕτω φασὶ θεραπεύεσθαι καὶ παραδείγματα φέρουσι, ναυτιώδεις δέ τινας ἐμετικῷ φαρμάκῳ θεραπευθέντας καὶ ἐκκρίνοντας συνεχῶς κάτω δριμέα διὰ καθαρτικοῦ ἰαθέντας. ἐνίους δὲ βήττοντας ὑπὸ τῶν βῆχα κινούντων σφοδρότερον. ἔνιοι δὲ αὐτῶν καὶ τοῦ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένου μέμνηνται κατὰ λέξιν οὕτως ἔχοντος· ἔστι δὲ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται. εἴπερ οὖν φασιν οὐ μόνον διὰ τῶν ἐναντίων τοῖς πάθεσι βοηθημάτων, ἀλλὰ καὶ τῶν ὁμοίων αἱ θεραπεῖαι γίγνονται καὶ νῦν οὕτως
902
Ἱπποκράτης ἐκέλευσεν ἡμᾶς τὰ μινυθήματα θεραπεύειν, ἀρχομένους ἐπὶ τῆς ἐπὶ μᾶλλον αὐτὰ λεπτῦναι δυναμένης ἐπιδέσεως, ὅπερ ἐξ ἐπιδρομῆς συμβαίνειν φασὶ ἐπὶ πλεῖον, καὶ βραχέως συντακέντων τῶν μερῶν ἐπὶ τὰ τῆς ἐπιδέσεως ἀνοθούντων γένοντο πάλιν ἀνατρέψεις αὐτοῖς καὶ τὴν εὐσαρκίαν ἐγκλείειν σχοίη τὸ μόριον. ὁρῶντες δὲ οἱ οὕτως ἐξηγούμενοι ἀλλοίῃ τῇ ἐπιδέσει μηδ’ ὅλως ὑπ’ αὐτῶν ἐξηγήσεως τυχεῖν δυνάμενον, ἀλλοίῃ τῇ ἕξει γράφουσιν, ὥστε γίγνεσθαι τρεῖς διαφερούσας ἀλλήλων γραφάς· μία μὲν, ἀλλοίῃ δὲ ἕξει. καὶ γὰρ οὕτως ἐν ἐνίοις τῶν ἀντιγράφων εὑρίσκεται γεγραμμένον. οἱ δ’ οὖν ἄλλῃ τῇ ἕξει γράφοντες οὐκ ἐπὶ τὴν ἐπίδεσιν ἀναφέρουσι τὴν λέξιν, ἀλλ’ ἐπὶ τὸ πεπονθὸς μόριον, ὅ φασιν, ἀλλοίῃ χρησάμενον ἕξει, ἣν εἶχεν ἔμπροσθεν, ἐκκλίνειν πρὸς εὐτροφίαν τὴν ἕξιν ταύτην αὐτῷ γίγνεσθαι δι’ ἐπιδέσεως ἐπὶ πολὺ συντηκούσης, ὥσπερ οὐκέτι αὐτῆς ἐπιδέσεως εἰς τὴν ἰσχνότητα τῶν ἀτροφησάντων μορίων ἀφικνουμένων, ἀλλὰ νῦν ἴσως
903
αὐτῆς τι μελλόντων πειρᾶσαι. τῆς γὰρ ὀνομαζομένης ὑπὸ τῆς ἐπιδέσεως καταγματικῆς κοινῆς δεούσης, ὡς ὀλίγον ἔμπροσθεν ἐδείκνυτο, καὶ ἄλλων παθῶν ἐν οἷς ἦν τὰ ἐκχυμώματά τε καὶ θλάσματα καὶ σπάσματα, λεπτυνούσης τὰ μόρια. τὴν οὖν ἕξει διὰ τῆς αὐτῆς ἐπιδέσεως ἀρχὴν ἀνατρέψεως πορίζεσθαι τοῖς ἠτροφηκόσιν; ὅθεν ἔνιοι τὴν λέξιν οὕτως ἔγραψαν, ὡς ἂν ἐξ ἐπιδρομῆς συντακέντων πλέον ἢ αὐτόματος ἐμινύθη, διαδράσασθαι τὴν ἀτοπίαν τοῦ λόγου νομίσαντες, αὐτομάτῳ φύσει λελεπτύνθαι τὰ μόρια. καὶ τὸ νῦν διδασκόμενον οὐχὶ πάντων εἶναι τῶν μινυθημάτων κοινὸν, ἀλλὰ μόνον τῶν αὐτομάτων τὸν κοινὸν καὶ καθόλου λόγον τῆς διδασκαλίας εἰς μικρὸν κόσμον συντείνονται· ὀλίγιστα γὰρ τὰ κατ’ ἄλλην αἰτίαν ἀτροφοῦντα καὶ πάνυ σπάνια τὰ ἄλλα πάντα διὰ τὴν πολυχρονίαν ἐπίδεσίν τε ἅμα καὶ ἡσυχίαν τῶν πεπονθότων μορίων εἰς τὴν τοιαύτην ἀφικνεῖ διάθεσιν. καὶ τούτων γὰρ εὔλογόν ἐστι μᾶλλον ἢ ἄλλων τινῶν μεμνῆσθαι τὸν Ἱπποκράτην, τοῖς προειρημένοις ὑπαρχόντων.
904
εἴρηται γὰρ αὐτῷ μέχρι δεῦρο περί τε καταγμάτων καί τινων ἄλλων παθῶν, ὅσα παραπλησίας ἐπιδέσεως δεῖται. τούτοις οὖν εἰδὼς ἑπομένην ἰσχνότητα τῶν μορίων εἰκότως ἐπεχείρησε διδάσκειν ὥσπερ αὐτήν ἐστι θεραπευτέον. ὃ δὲ δὴ μέγιστον ἄν τις ἐγκαλέσειε τοῖς ἐπιδέσει λεπτυνούσῃ χρῆσθαι τὸν Ἱπποκράτην νομίζουσι καὶ δὴ φράσω. πρόκειται μὲν ἀνατρέψαι τὰ λελεπτυσμένα, γενέσθαι δὲ τοῦτο ἀδύνατόν ἐστιν, ἄνευ τοῦ τὴν δύναμιν αὐτῶν ῥωσθῆναι καὶ χορηγίαν ὕλης τροφίμου σχεῖν ἄφθονον. ἣν δὲ οἴονται δεῖν αὐτὸν παραλαμβάνειν, ἀνείργει μὲν τὴν ἐπιῤῥοὴν τοῦ αἵματος, ἀσθενῆ δὲ ἐργάζεται τὴν δύναμιν, ἣν δὲ ἐγώ φημι λέγεσθαι πρὸς Ἱπποκράτους ἀλλοίην, ὡς πρὸς τὴν ἐργαζομένην δηλονότι τὰ μινυθήματα, τούτων δι’ ἑτέρων ἐργάζεσθαι. χρὴ γὰρ ἄρχεσθαι μὲν ἀπὸ τῶν ὑγιῶν, οὐκ ἀπὸ τῶν πεπονθότων, τῶν ἐκ πολλῶν τὴν ἐπιβολὴν ποιουμένων αὐτοῖς εὔπηκτον, ὡς ἐκπιέσαντα κατὰ τὴν ὀδύνην ἄχρι τοῦ μηδεμίαν ὀδύνην γενέσθαι, φλεγμονὴν ἐργάζεσθαι
905
δυναμένην, ἥκειν ἄχρι τοῦ πεπονθότος ἐκλύοντα κατὰ βραχὺ τὴν πίεσιν· ἀλλὰ καὶ τὸ συνεπιδεῖν τῷ πεπονθότι τὸ ὑγιὲς σκέλος οὐδένα λόγον ἔχει κατὰ τὴν ἐξήγησιν αὐτῶν. ἵνα μὴ ἐπὶ πολὺ συντακῇ τὰ λελεπτυσμένα τὴν ἐπίδεσίν φασιν αὐτὸν παραλαμβάνειν. εἰς τοῦτο δ’ οὐ μόνον οὐδὲν ὠφελεῖ τὸ ἕτερον σκέλος ἐπιδούμενον, ἀλλὰ καὶ βλάπτει. τὸ γὰρ εἰς ταὐτὸ πρότερον ἀφικνούμενον αἷμα δὴ, ὡς νῦν ἅπαν ἐς τὸ πεπονθὸς ἀπωθεῖται. εἴ γε μὴν τῶν παραδειγμάτων, ὦν οἱ τὴν προειρημένην ἐξήγησιν εἰρηκότες παρατίθενται μοχθηρὸν πρόδηλόν ἐστι, μηδὲ ὅμοιον ἐχόντων παρ’ Ἱπποκράτους διδασκομένων. ὑγιὴς γὰρ ὁ λογισμός ἐκκρῖναι βουλόμενος πᾶν ἀθρόως τὸ τὴν αἰτίαν ἐργαζόμενον, ἐμπεπλασμένον δηλονότι δυσαπολύτως τοῖς χιτῶσι τῆς κοιλίας. οὕτως γὰρ καὶ τὰ συῤῥέοντα καὶ βραχὺ δριμέα καὶ τὴν κοιλίαν ἐρεθίζοντα, πρὸς ἀπόκρισιν ἀθρόως κενῶσαι λόγον ἔχει, καθάπερ γε καὶ ἐπὶ τὴν μετρίαν βῆχα κινοῦντα διὰ σφοδροτέρας ἀθρόως ἐκκαθαιρεῖται. τούτοις δὲ ὅμοιον οὐδὲν
906
ἔχει τὸ λεγόμενον ὑπ’ αὐτῶν ἐπισυντήκειν ἀξιούντων τὸ λελεπτυσμένον χωρίον, ἵνα ἀρχὴν ἀνατρέψεως σχῇ. διὰ γὰρ τῆς ἐπιπολῆς ἡ δύναμις τῶν ἠτροφηκότων εὔρωστος γίγνοιτ’ ἂν, οὔθ’ ὕλης τροφίμου χορηγία. τὸ δὲ καὶ τῶν τετανικῶν μνημονεῦσαι αὐτοῖς ἀλογώτατον· ἐπιδεικνύουσι γὰρ ἑαυτοὺς τῆς Ἱπποκράτους τέχνης ἀμαθῶς ἔχοντας, εἴ γε τἀναντία τῶν ἐναντίων ἐκεῖνος εἶναί φησι τῆς θεραπευτικῆς μεθόδου. μὴ γινώσκοντες δὲ ἔνιοι τὴν δύναμιν τοῦ λόγου πρὸς ἀντιλογίαν ἐτρέποντο, κοινόν τι τοῦτο πεποιηκότες ἅπασι τοῖς προπετῶς ἀντιλέγουσι καὶ διαβάλλειν πειρωμένοις ἃ μηδ’ ὅλως ἔμαθον. οὐχ ὅπως γὰρ ἀνατρέπεται τὸ τἀναντία τῶν ἐναντίων εἶναι βοηθήματα δι’ ὧν εἶπεν Ἱπποκράτης ἐπὶ τῶν τεχνικῶν, ἀλλὰ κατασκευάζεται καὶ κατ’ αὐτὸν τὸν ἀφορισμὸν, ὡς αὐτοῖς ψυχρὸν εἶναι ἔφη ὕδωρ θέρμης ἐπανάκλησιν ποιεῖσθαι, θέρμην δὲ ταῦτα λύεσθαι, τὴν αὐτῶν θέρμην ταύτην, ἥτις ἰᾶται ψυχρὰ πάθη, ποτὲ μὲν διὰ τρίψεως ἐργαζόμεθα, ποτὲ δὲ διὰ φαρμάκου θερμαίνοντες
907
ἢ γυμνασίων ἢ χύσεως ὑδάτων θερμῶν. καὶ μᾶλλον δ’ εἰπεῖν καὶ ἀσφάλτῳ δὴ πολλάκις, ὡς ἔφην, διὰ τοῦ πιττῶσαι τὸ θερμανθῆναι δεόμενον, ἔστι δ’ ὅτε καὶ διὰ ψυχροῦ καταχύσεως· ἀλλὰ τὰ μὲν ἄλλα πάντα κατὰ τὴν ἑαυτῶν δύναμιν ἔχοντα, τὸ θερμαίνειν ἀεὶ χρήσιμά εἰσι τοῖς θερμανθῆναι δεομένοις μορίοις τε καὶ πάθεσι. τὸ δὲ ψυχρὸν ὕδωρ, ἅτε ψυχρὸν ὅσον ἐφ’ ἑαυτῷ, σπανίως χρήσιμον γίγνεται, ἐπὶ μόνου σώματος ἰσχυρὸν ἔχοντος τὸ ἔμφυτον θερμὸν, ὠφελίμως παραλαμβανόμενον. ἐπεὶ γοῦν εὔσαρκος, φησὶν αὐτὸς, ἔστιν ὅτε χρήσιμον γίγνεται τὸ ψυχρὸν, οὐδ’ οὖν ἐπὶ τοῦ αὐτοῦ κατὰ πάντα καιρὸν, ἀλλὰ θέρεος. τίς γὰρ οὐκ οἶδεν ἢ τίς οὐκ εἴρηκε τῶν περὶ ψυχροποσίας γραψάντων ἐργαζομένην αὐτὴν δυοῖν, ἢ βλάβην ἐκ καταψύξεως ἢ θερμασίας πλείονος ἐκ τοῦ βάθους ἐπάνοδον. ἐὰν μὲν οὖν ἱκανῶς ᾖ θερμὸν τὸ σῶμα, τηνικαῦτα συμβαίνει μὴ νικᾶσθαι μὲν ὑπὸ τοῦ ψυχροῦ τὴν ἐν αὐτῷ θερμότητα πυκνωθέντος τοῦ δέρματος, ἐπισχεθείσης δὲ τῆς ἀναπνοῆς
908
αὐξηθῆναι. ἐὰν δὲ ἧττον θερμὸν ᾖ, ὡς ἀντισχεῖν τῷ προσπίπτοντι ψυχρῷ μέχρι τοῦ βάθους ἀφικνουμένης αὐτῆς τῆς δυνάμεως, ἁλίσκονται ἐκ καταψύξεως πάθεσιν. ἴσως δὲ καὶ ταῦτά μοι περιττῶς νῦν εἰρήσεται, ἑτέρωθι, καθάπερ ἔφην, ἐπιδεδειχότι· τὰ πρῶτα θεραπεύοντα πρώτως εἶναι δεῖ ἐναντία. πρώτως δὲ δηλονότι λέγεται τὰ διὰ μέσου μηδενὸς, οἷς ἀντίκειται τὰ διὰ μέσου τινὸς, ἃ καὶ κατὰ συμβεβηκὸς, οὐ πρώτως, ὠφελεῖ. φλυαροῦσι δ’ οἱ μνημονεύοντες καὶ γαστρὸς ὑπαγωγῆς καὶ βηχικῶν φαρμάκων καὶ ψυχροῦ καταχύσεως εὐλόγως μὲν ἐνίοτε γιγνομένων, οὐδὲν δ’ ἐχόντων ὅμοιον τῷ νῦν ἡμῖν προκειμένῳ λόγῳ. δεῖξαι γὰρ ἐν αὐτῷ δεῖ πῶς ἡ λεπτύνουσα μετρίως ἐπίδεσις ἢ ῥώμην ἐργάζεται τοῖς λελεπτυσμένοις μορίοις ἢ πλείονος αἵματος ἐπιῤῥοήν. ἔς τ’ ἂν δὲ μὴ δύνανται δεῖξαι ταῦτα μάτην παραδείγματα γράφουσι, πρὸς τὸ μηδὲ ἀπόδειξιν ἐπιστημονικὴν γίγνεσθαι διὰ παραδείγματος. ἐδείχθη δὲ κατὰ τὸ περὶ παραδείγματος ὑπόμνημα πρὸ τούτων χρεία τῶν παραδειγμάτων,
909
ὅτι μὴ τοῖς νοσοῦσι νοήσεως ἕνεκα λέγομεν αὐτὰ, ὡς νομίζουσί γ’ ἔνιοι καὶ μάλισθ’ ὅσοι ὁμοίως τοῖς ῥήτορσιν εἰς ἐπίστασιν αὐτοῖς χρῆσθαι, τοῦ παντὸς ἁμαρτάνοντες, ὥσπερ κἄν σοι Πλάτωνά φασι δι’ ἐπαγωγῶν ὡς τὸ πολὺ τὰς ἀποδείξεις ποιεῖσθαι. δέδεικται γὰρ ὡς κἀκεῖνος ἕνεκα σαφηνείας ἐχρῆτο ταῖς ἐπαγωγαῖς. ὅτῳ μὲν οὖν φίλον ἀκριβῶς ἐπίστασθαι δύναμιν ἐπαγωγῆς τε καὶ παραδείγματος, ἐπὶ τὸν ἴδιον ἑκατέρου λόγον ἀφικνείσθω γεγραμμένον ἡμῖν ἑτέρωθι. νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπανήξω καὶ παρασκευάσας ὅ μοι λέλεκται μέχρι δεῦρο, ἀναγνόντας ἐπιμελῶς τοὺς ὁμιλοῦντας τοῖσδε τοῖς γράμμασιν ἐπὶ τὴν τῆς εἰρημένης ῥήσεως· ἐξήγησιν ἀφικνεῖσθαι, μαρτυροῦσαν τῇ λελεγμένῃ ὑφ’ ἡμῶν ἐπ’ αὐτὴν ἤδη μεταβήσομαι. ἵνα δὲ μᾶλλον ἅπασα γένηται σαφὴς, οὐχ ὅλην αὐτὴν ἀθρόως γράψων, ἀλλὰ κατὰ μέρος τὴν ἐξήγησιν οὕτω ποιήσομαι.