Ὕδατος θερμότης, πλῆθος· θερμότης μὲν κατὰ τῆς ἑαυτοῦ χειρὸς κατασχεῖν, πλῆθος δὲ χαλάσαι μὲν καὶ ἰσχνᾶναι τὸ πλεῖστον ἄριστον, σαρκῶσαι δὲ καὶ ἁπαλῦναι τὸ μέτριον.
Καὶ ὁ περὶ τοῦ ὕδατος λόγος ἀναγκαῖός ἐστιν εἰς τὴν τῶν καταγμάτων ἴασιν. ἐν γοῦν ταῖς ἐπιλύσεσιν ὕδατος θερμοῦ καταντλοῦσιν ἅπαντες ἰατροὶ τὰ κατάγματα, δηλονότι τῆς ἐξ αὐτοῦ βοηθείας ἐναργῶς πεπειραμένοι. διαμαρτία δέ ἐστι κἀν τῇ τούτου χρήσει· μία μὲν κατὰ τὸ ποιὸν, ἑτέρα δὲ κατὰ τὸ ποσὸν αὐτοῦ· κατὰ μὲν τὸ ποιὸν ἤτοι θερμοτέρῳ τοῦ προσήκοντος ἢ ψυχροτέρῳ χρωμένου τοῦ ἰατροῦ. κατὰ δὲ τὸ ποσὸν ἤτοι πλέονι χρόνῳ καταντλοῦντος ἢ ἐλάττονι. τῆς μὲν οὖν κατὰ τὴν ποιότητα συμμετρίας γνώρισμα, τὴν αὐτοῦ τοῦ ἰατροῦ τίθεται χεῖρα. καταχέων γὰρ αὐτῇ ᾧ μέλλει τῷ ἐναιονᾷν, ἐστοχάσθαι δύναται τοῦ καταχύματος συμμέτρου. λέγω δὲ κατὰ πλάτος
839
σύμμετρον, ὃ πρὸς τὴν κοινὴν τῶν ἀνθρώπων ἀναφέρεται, οὐ πρὸς τὴν τοῦ κάμνοντος ἰδέαν. ἐνίοτε μὲν γὰρ τούτῳ καὶ αὐτῷ τῷ πάσχοντι φαίνεται σύμμετρον. ἐπιχέας οὖν ἐξ αὐτοῦ τὴν πρώτην ἐπίκλυσιν τοῦ θεραπευομένου δυνήσῃ πυθέσθαι, πότερον ψυχρότερον ἢ θερμότερον αὐτῷ φαίνεται τῷ συμμέτρῳ· καὶ οὕτως θερμὸν ἢ ψυχρὸν ὀλίγον ἐπιχέας εὔκρατον ὡς πρὸς τὸν πάσχοντα ποιήσεις. κριτήριον οὖν ἐστι τῆς εὐκρασίας τοῦ ὕδατος ἡμετέρα χεὶρ, ἣ πρῶτον μὲν μεθέξει· ἡ δὲ αὐτοῦ τοῦ κάμνοντος αἴσθησις τὸ κυριώτατόν τε καὶ τελειότατόν ἐστι καὶ πρῶτον δυνάμει κριτήριον εὐκρασίας. τὸ δὲ ποσὸν τῆς χρήσεως αὐτοῦ διορισμοὺς ἔχει κοινοὺς πρὸς ἀνάτριψίν τε καὶ πάνθ’ ὅσα θερμαίνει βοηθήματα. ταῦτα γὰρ ἐγκείμενα οὐ μόνον πέφυκεν ἐπισπᾶσθαι ἐπὶ τὸ θερμαινόμενον μόριον ἐκ τῶν πέριξ τόπων, ἀλλὰ καὶ διαφορεῖν· ἀλλὰ καὶ διὰ τοῦτο τἀναντία φαίνεται ποιοῦν τὸ θερμὸν ὕδωρ, παρά τε τὸ θερμὸν ἔχειν τὸ σῶμα καὶ τὴν ἐπὶ πλέον καὶ ἔλαττον χρῆσιν. ἐὰν μὲν γὰρ κενὸν εἴη τὸ σύμπαν σῶμα, διαφορεῖ πλέον ἢ ἐπισπᾶται·
840
ἐὰν δὲ πληθωρικὸν, ἔμπαλιν ἐπισπᾶται πολὺ μᾶλλον ἢ διαφορεῖ. καὶ τοίνυν ὀλίγῳ μὲν χρόνῳ προσαχθὲν ἐπλήρωσε μᾶλλον ἢ ἐκένωσεν. εἰ δὲ πλέονι καταθείη χρόνῳ, διαφορεῖ μᾶλλον ἢ πληροῖ· κατὰ λόγον οὖν ἔφη χαλᾷν μὲν καὶ ἰσχναίνειν τὸ πλεῖστον, ἁπαλύνειν δὲ καὶ σαρκοῦν τὸ μέτριον. τὸ μὲν οὖν ἰσχναίνεσθαι τοῖς κενουμένοις ἄντικρυς ἕπεται, τὸ δὲ χαλᾶσθαι τοῖς τεταμένοις οὐκ ἄντικρυς, ἀλλὰ διὰ μέσων ἑτέρων. ὅσα μὲν γὰρ τῷ πεπληρῶσθαι τέταται, καθάπερ τὰ φλεγμαίνοντα πάντα τῷ κενοῦσθαι χαλᾶται. ὅσα δὲ τῷ πεπῆχθαι διὰ ψύξιν τῷ θερμαίνεσθαι. τὰ δὲ διὰ ξηρότητα τεταμένα δι’ ὑγρότητα χαλᾶται· ἐπὶ τοίνυν τὰ εἰρημένα ε΄ δύναται ποιεῖν τὸ θερμὸν ὕδωρ, ὅταν ἐπὶ πλέον ὀλισθῇ τῷ σώματι, καλῶς εἶπε χαλᾷν αὐτά. μὴ θαύμαζε δὲ εἰ κενοῦν τε ἅμα τὰς περιττὰς ὑγρότητας ἔφαμεν δύνασθαι τὸ θερμὸν ὕδωρ καὶ ὑγραίνειν τὰ στερεὰ σώματα. δέδεικται γὰρ ἐν ἑτέροις τῶν λόγων ἑκάτερον ἀληθές. τὸ μὲν οὖν θερμὸν ὕδωρ ταῦτα δύναται, τὸ δὲ ὀλίγον
841
οὐχ ἁπλῶς εἰπεῖν ἐγχωρεῖ, τί δύναται ποιεῖν. ἐὰν μὲν ἤτοι δὶς ἢ τρὶς καταχέας τις ἢ πυριάσας διὰ σπόγγων ἀρκεσθῇ, παντάπασιν ἡ τοιαύτη χρῆσις ἄπρακτός ἐστιν. ἐὰν δὲ, ὡς αὐτὸς ἔφη, μετρίως τις αὐτῷ χρήσεται, σαρκώσει τε καὶ μαλακὰ ποιήσει τὰ δεόμενα τούτου. ἄκουε δέ μου προσθέντος τῷ λόγῳ τὰ δεόμενα· ἔνια γὰρ σώματα τοιαύτη χρῆσις ὕδατος οὔτε ἁπαλύνειν οὔτε σαρκοῦν δύναται. τῷ γοῦν ἀσάρκῳ τε ἅμα καὶ πληθωρικῷ σώματι μετρία κατάχυσις ὕδατος θερμοῦ, πληρώσει περιττῆς ὑγρότητος τὸ θερμανθὲν μόριον. ἐὰν δὲ ἄτροφόν τε καὶ μὴ πληθωρικὸν ᾖ, σαρκώσει τε ἅμα καὶ μαλακὸν ἐργάσεται. σάρκωσις γὰρ γίνεται τῶν μὲν μορίων αὐτῶν, οἷς μέλλει προσφύεσθαί τε καὶ περιφύεσθαι σὰρξ, εὐκράτως ἐχόντων κατὰ θερμότητά τε καὶ ψυχρότητα. τοῦ δὲ ἐπιῤῥέοντος αἵματος ὑγιεινοῦ μὲν ὄντος κατὰ τὴν ποιότητα, συμμέτρου δὲ κατὰ τὴν ποσότητα. ταῦτα δὲ ἀμφότερα διὰ τῆς μετρίας καταχύσεως ὕδατος θερμοῦ γίγνεται συμμέτρου. τὸ γὰρ αἷμα πρὸς
842
τὸ καταντλούμενον ἕλκει μόριον, εὔκρατόν τε ἐργάζεται τὴν ἐν αὐτῷ προϋπάρχουσαν σάρκα, θερμαῖνον μὲν ἢ κατεψυγμένον εἰ πρόσθεν εἴη θερμὸν ἢ κατάψυχον. διαφορεῖ γὰρ καὶ ταῦτα πρὸς τοὐκτὸς τὴν θερμότητα, προσέτι τῷ τέγγειν ὑγρότητα χρηστὴν καὶ κατὰ τοῦτον ἐμψύχει, καθ’ ὅνπερ τρόπον καὶ τὰ διὰ τῶν ποτίμων ὕδατα καὶ λουτρά. καὶ γὰρ ταῦτα τοὺς νεκροὺς ἥκοντας ἐκθερμαίνει, κἂν σφόδρα κατεψυγμένοι τύχωσιν ὄντες, τοὺς ἐκκεκαυμένους οὐ βλάπτει. φαίνονται γοῦν ἡδόμενοι ταῖς εὐκράτοις δεξαμεναῖς ἀδιψότεροι γιγνόμενοι μετὰ λουτρόν. οὕτως οὖν καὶ ἡ τοῦ θερμοῦ κατάχυσις ὕδατος, εἰ μετρίως παραληφθείη, σαρκοῖ, διὰ τοῦτο καὶ μαλακώτερον ἐργάζεται τὸ μόριον. ἁπαλὴ γάρ ἐστιν ἡ νεοπαγὴς σὰρξ αἵματος ἄρτι πεπηγότος, ὁμοίως τοῖς νεοπαγέσι τυροῖς γέννησιν ἐσχηκυίας.
Μέτρον δὲ ἐν τῇ καταχύσει ἔτι μετεωριζομένου, δεῖ πρὶν 843
συμπίπτειν παύεσθαι. τὸ μὲν γὰρ πρῶτον αἴρεται, ἔπειτα δὲ ἰσχναίνεται.
Καταχύσεως ὕδατος θερμοῦ τὸ μέτριόν ἐστι παύεσθαι, πρὶν ἄρξασθαι συμπίπτειν τὸ καταντλούμενον μέρος. ἐξαίρεται γὰρ πρῶτον, ὅπερ ἐστὶν εἰς ὄγκον μείζονα τοῦ κατὰ φύσιν αὐξάνεται, διά τε τὸ χεῖσθαι τὸ περιεχόμενον αἷμα κατ’ αὐτὸ καὶ διὰ τὸ τὴν ἐκ τῶν ὑποκειμένων ἐπιῤῥοὴν, μετὰ ταῦτα δὲ ἰσχναίνεται, διαφορηθέντος μέρους πολλοῦ, τοῦ τε ἐπιῤῥυέντος ἄνωθεν καὶ τοῦ περιχυθέντος.
Θέσις δὲ μαλθακὴ, ὁμαλὴ, ἀνάῤῥοπος τοῖσιν ἐξέχουσι τοῦ σώματος, οἷον πτέρνῃ καὶ ἰσχίῳ, ὡς μήτε ἀνακλᾶται μήτε ἐκτρέπεται.
Ταύτην τὴν ῥῆσιν ἔνιοι μὲν ὡς μίαν ὅλην ἀναγινώσκουσιν, ἔνιοι δὲ δίχα τέμνοντες, ἑκάτερον αὐτῆς τὸ μέρος
844
ἐξηγοῦνται καθ’ ἑαυτό. τὸ μὲν οὖν πρότερον μέρος οὕτως περιγέγραπται, μίαν ἔχειν δυνάμενον αὐτοτελῆ διάνοιαν. ἡ γάρ τοι θέσις τῶν μορίων ἐάν τε γενικῶς ἀκούεται, περιλαμβανομένης καὶ τῆς ἀναλήψεως, ὡς ἐπὶ τῆς χειρὸς, ἐάν τε εἰδικῶς ὡς ἐπὶ μόνου τοῦ σκέλους ἀρίστη ἀεὶ ἡ μαλθακή τε γιγνομένη καὶ ὁμαλὴ καὶ ἀνάῤῥοπος· μαλθακὴ μὲν, ὅπως μὴ θλίβηται κατ’ ἐκεῖνο τὸ μόριον ὁ κάμνων οὕτως ἅμα τε φλεγμονῇ κινδυνεύῃ, διὰ τὴν τῆς θλίψεως ὀδύνην ἅμα τε μεταβάλλειν ὁ κάμνων ἀναγκαζόμενος τὸ σχῆμα, διαστρέφῃ τὸ κατεαγὸς, ὅπερ ἀκίνητον ἐν ἡσυχίᾳ πολλῇ φυλάττεσθαι δεῖται. ἡ δὲ ἀνώμαλος θέσις ὀδυνηρά ἐστιν ἅμα καὶ διαστρέφει τὸ κῶλον, ἐν τισὶ μὲν αὐτοῦ μέρεσιν ἀστήρικτον γιγνόμενον, ἐν τισὶ δὲ θλιβόμενον εἰκότως τὴν ὁμαλὴν ἐπαινεῖ. ἡ δὲ ἀνάῤῥοπος ἀρευμάτιστον φυλάττει, ὅπερ ἡ κατάῤῥοπος ῥευμανίζουσα, φλεγμονῆς αἰτία γίγνεται. τὸ μὲν δὴ πρότερον μέρος τῆς προκειμένης ῥήσεως, ὅτι τε μίαν ἔχειν διάνοιαν δύναται ὅτι τε καλῶς εἴρηται κατὰ τήνδε εὔδηλον ἤδη γέγονε. τὸ δὲ δεύτερον, εἰ δὴ
845
αὐτό τις καθ’ ἑαυτὸ ἀναγινώσκει, τοιαύτην ἕξει διάνοιαν. τοῖς ἐξέχουσι τοῦ σώματος οἷον πτέρνῃ καὶ ἰσχίῳ, θέσις ἀρίστη ἐστὶν, ὡς μήτε ἀνακλᾷται μήτε ἐκτρέπεται. διότι δὲ οὐ πρόσκειται τὸ θέσις ἀρίστη, διὰ τοῦτο δοκεῖ τισιν ἐλλιπῆ τὴν διάνοιαν ἔχειν, ἀναγκάζονταί τε συνάπτειν αὐτὸ τῷ προτέρῳ μέρει. πάλιν δὲ αὖ συναφθέντος τοῦδε τῷ προτέρῳ, φαίνεται μηκέτι καθόλου γιγνόμενος ὁ λόγος, ἀλλὰ περὶ μόνων τῶν ἐξεχόντων τῆς θέσεως. οἱ μὲν οὖν ἐμπειρικοὶ τούτων ἀκούσαντες, ὡς νῦν ἐπινοουμένων αὐτοῖς τῶν ἄλλων λόγων ἔφασαν γίγνεσθαι καθόλου. καὶ τοίνυν καὶ δείκνυσιν οὐκ ἐν τούτῳ τῷ βιβλίῳ μόνον, ἀλλὰ καὶ κατὰ ἄλλα πολλὰ τὸν Ἱπποκράτην δι’ ἑνὸς ἢ δυοῖν πραγμάτοιν διδάσκοντα λόγους καθολικοὺς, ὅταν πραγμάτων ὁμογενῶν διαφέρει τὸ διδασκόμενον, ἐναργῶς ἐπ’ αὐτῶν φαίνεσθαι, καθάπερ καὶ νῦν διὰ πτέρνης καὶ ἰσχίου. πάντων γὰρ τῶν τοιούτων τι μορίων, ἐπειδὰν πάθῃ, δεομένων ἐπὶ μαλθακοῦ τε κεῖσθαι καὶ ὁμαλοῦ ἐν ἀναῤῥόπῳ τε σχήματι κεῖσθαι φαίνεται, μάλιστα τούτων δεόμενα ὑπερεξέχοντα τοῦ σώματος,
846
ὁποῖόν τέ ἐστι τό τε ἰσχίον καὶ ἡ πτέρνα. πολλάκις εἴρηταί μοι τὴν τοιαύτην ἑρμηνείαν ἀφορμὴν παρέχειν ἐξηγήσεως ἄλλην ἄλλῳ καὶ τὸ τινί γε δόξαν πιθανὸν ἑτέρῳ φαίνεσθαι. διὰ τοῦτο οὖν οὐδ’ ἀποφαίνεσθαι δεῖ ὑπὲρ τοῦ δοξάζοντος ἀληθῶς εἶναι προσήκειν. τούτου τοίνυν ἡμᾶς μεμνημένους δεῖ καὶ μέντοι καὶ γιγνώσκοντας, ὡς ἐν ταῖς διαφωνουμέναις ἐξηγήσεσιν, ὅταν ἡ θεωρία φυλάττηται κατ’ αὐτὰς, τρίβεσθαι μακρὸν οὐ χρὴ, μεταβαίνοντας ἐπὶ τὸ χρήσιμον τῆς τέχνης, ἐν ἐκείνῳ χρονίζειν ἐστὶ βέλτιον, ὥσπερ καὶ νῦν ἄμεινον πρᾶξαι. συμφωνουμένων μὲν γὰρ τοῦ δεῖν ἐπὶ πάντων τὴν θέσιν εἶναι μαλθακὴν καὶ ὁμαλὴν καὶ ἀνάῤῥοπον, ἐξαιρέτως δὲ ἐπὶ τῶν ἐξεχόντων μορίων, ὁποῖον τὸ ἰσχίον καὶ πτέρνα, τῶν ἐφεξῆς ἐχόμεθα, καθ’ ἅ φησιν ὡς μήτε ἀνακλᾶται μήτε ἐκτρέπεται. πάλιν οὖν κἀνταῦθα τὸ μὲν ὠφέλιμον εἰς τὴν τέχνην ἐστὶν ἐπίστασθαι περὶ τῆς θέσεως τῶν ἐξεχόντων μορίων, ὥς γε ἂν μὲν ὑψηλοτέρα τοῦ προσήκοντος γένηται, συμβήσεται τὸ κῶλον ἀνακλᾶσθαι.
847
ταπεινοτέρας δὲ οὔσης ἐκτρέπεσθαι καὶ μάλιστα ὅταν ἡ πρώτη καὶ ὑψηλή. τὰ δὲ ἔξω τῆς τέχνης περὶ τὴν λέξιν ἔτι πλείονα σχόλια. λέλεκται δὲ τελέως ἐν τῷ περὶ ἀγμῶν, ὥσπερ ἐπὶ τῶν ἄλλων ἁπάντων, ὧν διεξέρχεται θεωρημάτων, οὕτως καὶ θέσεως πτέρνης, ἐν οἷς φησι, πτέρνας δ’ ἄκρως χρὴ κάρτα ἐπιμελέεσθαι, ὡς εὐθέτως ἕξει. καὶ οἵ γε πάντα ἐπὶ πᾶσι γράφοντες εἰώθασιν, ἄλλας τὰς ἐν ταῖς ἄλλαις βίβλοις εἰρημένας ῥήσεις, τὸ αὐτὸ θεώρημα ἐχούσας παραγράφειν, ὅπερ οὐδὲ ἐν ταῖς δύο ἡμέραις συνούσαις ἀθρόως ἂν γίγνοιτο. καὶ διὰ τοῦτο παρὰ τοῖς οὕτως ἐξηγουμένοις οὐδεὶς ἀνέγνω βιβλίον ἢ ἐνιαυτοῦ θᾶττον ἢ δυοῖν. καὶ ἤδη γεγονότων εἰς τὸ περὶ ἀγμῶν καὶ τὸ περὶ ἄρθρων ὑπομνημάτων ὑπομνήσεως μόνης ἐνταῦθα δεῖ. εἰ δέ τις οὕτως ἐπ’ ἐκείνων τῶν βιβλίων ἀνέγνω, διαδραμὼν ὅτι τάχιστα τοῦτο τὸ νῦν ἡμῖν προκείμενον, ἐπ’ ἐκεῖνα προβῇ τοῦ παρ’ ἐμοῦ τοῦ πεπειραμένου μαθὼν ὡς διεξοδικαὶ διδασκαλίαι τεχνίτας ἐργάζονται τελείως, οὐχ αἱ κατ’
848
ἐπιτομὴν γινόμεναι. οὐ μὴν ἀχρήστους δὲ καὶ τὰς τοιαύτας εἶναί φημι, σύλληψίν τινα διὰ βραχέων τῆς ὅλης θεωρίας περιεχομένας.
Σπλῆνα παντὶ τῷ σκέλει ἢ ἡμίσει, ἐς τὸ πάθος δὲ βλέπειν καὶ τἄλλα ὅσα βλάπτει δῆλα.
Ὡς ἀνεγνωκόσι τὸ περὶ ἀγμῶν καὶ ἄρθρων διαλέγεται, κατὰ τοὺς τοιούτους λόγους, ἐν οἷς τὸ δῆλον ἰδιώτῃ δῆλον εἶναι λέγει. τινὰ μέν ἐστιν οὕτω δῆλα παντὶ τῷ γένει ἔχοντα καθάπερ καὶ τὰ πρὸ ταύτης ῥήσεως εἰρημένα. καὶ γὰρ μαλθακῶς καὶ ὁμαλῶς δεῖν κεῖσθαι τὸ κατεαγὸς ἅπαντες νοοῦσιν, οὐ μὴν ἅτε βλάπτεσθαι σωλῆνας τίθεσθαι μὴ προακηκοότες περὶ αὐτοῦ κατ’ ἐκείνην ἔγραψε τὴν ῥῆσιν, ἧς ἡ ἀρχὴ ἐν τῷ περὶ ἀγμῶν. περὶ γὰρ τῶν σωλήνων τῶν ὑποτιθεμένων εἰς τὰ σκέλεα τὰ κατεαγότα ἀπορέω ὅ τι συμβουλεύσω.
849
καὶ διότι γε εὐλόγως ἀπορεῖ διεξέρχεται καὶ πάλιν ἐν ταὐτῷ βιβλίῳ καθ’ ἑτέραν ῥῆσιν, ἦς ἡ ἀρχή· σωλῆνα δὲ ἢν μὲν τις ὑπ’ αὐτὸν τὸν μηρὸν ὑποθείη καὶ διελθὼν πολλὰ, κατὰ τὴν τελευτὴν τῆς ῥήσεως ἔφη. εἰ οὖν διαμπερὲς εἴη, ποιητέος ὁ σωλὴν ἢ οὐ ποιητέος. ὁ δὲ λόγος οὕτως βούλεται, μήτε ἀναγκαίαν χρείαν εἶναι τοῦ σωλῆνος· εἰ μέντοι τις βούλοιτο χρῆσθαι, μέχρι τοῦ βουβῶνος ὑποτιθέναι ἅπαντι τῷ σκέλει, μὴ μέχρι τοῦ γόνατος. ἐξ ἐκείνων οὖν ἐγένετο δῆλον ἡμῖν καὶ τὸ νῦν εἰρημένον, οὐκοῦν αὐτὸ καθ’ ἑαυτὸ δῆλον. ὅσον γὰρ ἐπὶ τῇ λέξει ἢ δυνατὸν καὶ ἀκοῦσαι τὴν φωνὴν, ὡς διαζευκτικὸν εἰρῆσθαι σύνδεσμον. ἀλλ’ ἐκεῖνον ἐνοήσαμεν ἀν’ ἀποφάσεως αὐτὴν τετάχθαι. βούλεται γὰρ ἅπαντι τῷ σκέλει οὕτως ἡμᾶς τὸν σωλῆνα χωρὶς βλάβης ὑποβάλλεσθαι, καθάπερ Ὅμηρος ἔφη·- Βούλομ’ ἐγὼ λαὸν σόον ἔμμεναι ἢ ἀπολέσθαι.
ὁ Θουκυδίδης δέ·
- κρύσταλλός τε γὰρ ἐπερέου.
850
σκοπεῖσθαι δέ φησι, χρῆναι καὶ τὸ πάθος, οὖ χάριν ὁ σωλὴν περιλαμβάνεται καὶ ὅσα βλάπτειν πέφυκε. τὸ μὲν οὖν πάθος ἐστὶν ἰσχυρὸν σύντριμμα τῶν κατὰ τὸ σκέλος ὀστῶν ἀκριβῶς ἀκινήτου δεομένου τοῦ σκέλους τὴν ἴασιν. ὁ γὰρ σωλὴν ἐπαινεῖται πρός τινων, ὡς ἐν ἐκείνοις τοῖς καιροῖς χρήσιμος ἐσόμενος, ἐν οἶς ἀπὸ τῆς στρωμνῆς ὁ πεπονθὼς ἐπανίσταται. καὶ ὅτι γε αὖ εἰσιν οὗτοι, καθ’ οὓς ἤτοι γε ἀποπατῆσαι δεόμενος ἤτοι σκληρὸν τῆς στρωμνῆς μὴ φέρων, ἀπολείπει τὴν προτέραν, ἐφ’ ἑτέραν στρωμνὴν ἄρτι μετακομιζόμενος, αὐτὸς ἐδήλωσεν ἐν τῷ περὶ ἀγμῶν. ἐδήλωσε καὶ ὅτι μέχρι τοῦ γόνατος ὁ σωλὴν γινόμενος οὔτε κωλύει κινεῖσθαι τὸ σκέλος, ἀσηρής τέ ἐστι καὶ θλίβει πολλάκις. ἀποβλέποντα δέ σε πρός γε τὸ πάθος, οὖ χάριν ὁ σωλὴν παραλαμβάνεται καὶ πρὸς τὰς βλάβας ἃς ἐργάζεται, ποτὲ μὲν αἱρεῖσθαι τὸν σωλῆνα κελεύει, ποτὲ δὲ οὔ. ἐὰν μὲν γὰρ αἱ ἐξ αὐτοῦ βλάβαι μείζους ὦσι τῆς ὠφελείας, φευκτέος ὁ σωλὴν, ἐὰν δὲ ὑπερβάλλῃ ἡ ὠφέλεια παντὶ τῷ σκέλει, μὴ μέντοι τοῦ γόνατος.
851
Πάρεξις δὲ καὶ διάτασις καὶ ἀνάπλασις καὶ τὰ ἄλλα κατὰ φύσιν.
Ὅτι πάρεξις, ὅταν ὁ κάμνων ἑαυτὸν παρέχῃ τῷ ἰατρῷ θεραπευθησόμενον εἴρηται πρόσθεν. ἐν τούτῳ δὴ τῷ καιρῷ πρῶτον, ἡνίκα μὲν σημειοῦται τὸ γεγονὸς αὐτὸ πάθος ὁ ἰατρὸς, εἶτα παρασκευάζεται πρὸς τὴν θεραπείαν. ἐν σχήματι πάντως εἶναι τοίνυν χρὴ τὸ πεπονθὸς μέρος καὶ τοῦτο σχῆμα κατὰ φύσιν εἶναι τοῦ μέρους εὔλογον. ὑπὸ γὰρ τοῦ παρὰ φύσιν οὐκ ἂν γένοιτο βλάβη μικρά. μετὰ τὴν πάρεξιν ἤτοι διατείνειν μόνον, ὅταν οὕτως ᾖ μικρὸν ὡς κρατήσεως μόνης χρῄζειν ἐν τοῖς ὑπερκειμένοις. εὔδηλον οὖν ὅτι καὶ κατὰ τοῦτον τὸν καιρὸν ἅμεινόν ἐστι τῷ κάμνοντι καὶ τὸ κατὰ φύσιν σχῆμα φυλάττειν· εἶθ’ ἑξῆς ἐστιν ὁ τῆς διαπλάσεως καιρὸς, ἐν ᾧ καὶ αὐτὸν φυλάττεσθαι προσήκει ταὐτὸ σχῆμα· καὶ μετὰ τοῦτον τῆς ἀποθέσεως ἢ
852
ἀναλήψεως, οὓς ἀμφοτέρους ὀνομαστὶ μὲν οὐκ εἶπεν, ἐδήλωσε δὲ διὰ τοῦ φάναι καὶ τὰ ἄλλα.
Φύσις δὲ ἐν μὲν ἔργοις τοῦ ἔργου τῇ πρήξει ὃ βούλεται τεκμαρτέον. ἐς δὲ ταῦτα ἐκ τοῦ ἐλινύοντος ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος. ἐκ μὲν τοῦ ἐλινύοντος καὶ ἀφειμένου τὰς ἰθυωρίας σκέπτεσθαι, οἷον τὸ τῆς χειρὸς ἐκ δὲ τοῦ κοινοῦ ἔκτασιν, σύγκαμψιν, οἷον τὸ ἐγγὺς τοῦ ἐγγωνίου πήχεος πρὸς βραχίονα, ἐκ δὲ τοῦ ἔθεος, ὅτι οὐκ ἄλλα σχήματα φέρειν δυνατώτερον, οἷον σκέλεα ἔκτασιν. ἀπὸ τούτου γὰρ ῥήϊστα πλεῖστον χρόνον ἔχοι ἂν μὴ μεταλλάσσοντα.
Ἐπεὶ διὰ τῆς προτέρας ῥήσεως τοῦ κατὰ φύσιν ἐμνημόνευσεν, εἰκότως οὖν ἐξηγεῖται, τίς ἡ φύσις ἐστὶν αὕτη καὶ τίνα τὰ γνωρίσματα ταύτης, καί φησιν· φύσις δὲ ἐν μὲν ἔργοις τοῦ ἔργου τῇ πρήξει ὃ βούλεται τεκμαρτέον, ὡς εἰ
853
καὶ οὕτως εἶπε, κατὰ φύσιν μὲν σχῆμα κατὰ μὲν τὰς ἐνεργείας ὁ σκοπὸς αὐτῶν καὶ ἡ χρεία δι’ ἣν ἐνεργοῦνται. ἐς δὲ ταῦτα, τουτέστι τὰ νῦν εἰρημένα, τὴν πάρεξιν καὶ διάτασιν ἀνάπλασίν τε καὶ θέσιν, ὡς ἂν οὐδεμίαν ἐνέργειαν ἐνεργοῦντος διὰ τοῦ πεπονθότος μορίου τοῦ κάμνοντος. ἑτέρους σκοποὺς τῆς τοῦ κατὰ φύσιν σχήματος εὑρέσεως, οὓς ἐφεξῆς αὐτὸς διέρχεται γράψας, ἐκ τοῦ ἐλινύοντος, ἐκ τοῦ κοινοῦ, ἐκ τοῦ ἔθεος· ἐλινύοντος μὲν λέγων τοῦ μηδὲν ὅλως ἐνεργοῦντος, ἀλλ’ ἡσυχάζοντος. ἐξ οὗ φησι τὰς ἰθυωρίας λαμβάνεσθαι, καθάπερ ἐπὶ τῆς χειρὸς ἐδίδαξεν, ὑποκεῖσθαι μὲν ἀξιῶν τὸ τοῦ πήχεος ὀστοῦν, ἐπικεῖσθαι δὲ τὸ τῆς κερκίδος. ἐκ δὲ τοῦ κοινοῦ τὸ μεταξὺ σχῆμα κάμψεώς τε καὶ ἐκτάσεως ἄκρας. ὅπερ ἐγγὺς εἶναί φησι τοῦ ἐγγωνίου σχήματος πήχεος πρὸς βραχίονα· καὶ καλεῖσθαί φασιν ἐγγώνιον σχῆμα τὸ κατ’ ὀρθὴν γωνίαν, τουτέστιν ἵνα τὸ τοῦ πήχεος ὀστοῦν πρὸς τὸ τοῦ βραχίονος ὀρθὴν ἐργάζηται γωνίαν. πάντων δὲ τῶν παλαιῶν ἀντιγράφων προκείμενον ἐχόντων τὸ ἐγγὺς, εἰδότων δὲ καὶ τῶν ἐξηγησαμένων
854
τὸ σύγγραμμα ταύτην τὴν γραφὴν, κατὰ δύο τρόπους μοχθηρὸν γίνεται τὸ λεγόμενον, ἐάν τις ἐγγώνιον ἀκούῃ σχῆμα κατ’ ὀξεῖαν γωνίαν, ὀξείας δηλονότι γωνίας ὀνομαζομένης, ἥτις ἂν ἐλάττων ᾖ τῆς ὀρθῆς. ὅταν μὲν εὐθεῖα ἐπ’ εὐθείας σταθεῖσα, τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιεῖ, ὀρθὴ ἑκατέρα τῶν ἴσων γωνιῶν ἐστιν. ἡ δὲ τῆς ὀρθῆς ἐλάττων ὀξεῖα καλεῖται, καθάπερ ἡ μείζων ἀμβλεῖα. καὶ τοίνυν ἡ μὲν ὀρθὴ γωνία κατὰ μέγεθός ἐστιν οὐκ ἔχουσα τὸ μᾶλλόν τε καὶ ἧττον. ἀπερίληπτον δὲ ἀριθμῷ τὸ πλῆθός ἐστι τῶν ὀξειῶν τε καὶ ἀμβλειῶν ὑπαρχουσῶν. ἀπαρέγκλιτος μὲν γὰρ ἡ ὀρθὴ γωνία, διότι καὶ ἡ ἐφισταμένη κατ’ εὐθείας, εὐθεῖαν τηνικαῦτα τὴν γένεσιν ἐργάζεται δυοῖν θατέρων ὀρθῶν γωνιῶν, ὅταν ἀπαρέγκλιτος ἐφίσταται. κέκληκε δὲ αὐτὴν ὀρθὴν ἐργαζομένην γωνίαν, πρὸς τὸ ἕτερον μέρος τῆς ὑπερβεβλημένης εὐθείας. καὶ ἡ κλίσις αὐτῆς τὸ μᾶλλόν τε καὶ ἧττον ἀναρίθμητον ἔχει πλήθει.
855
Οἷον οὖν ἐστι τὴν ὀρθὴν γωνίαν ἑρμηνεῦσαι βουληθέντα λέγειν ἐγγὺς εἶναι τῆς ὀξείας. ἡγεῖται μὲν γὰρ ἡ τῆς ὀρθῆς νόησις, ἕπεται δὲ ἡ τῆς ὀξείας, ὅτι ἡ μὲν ὀρθὴ μία, καθάπερ εἶπον, ἄπειροι δὲ κατὰ πλῆθος αἱ ὀξεῖαι. τὸ μὲν οὖν ἐγγὺς εἶναι τῆς ὀρθῆς ὀξεῖάν τινα γωνίαν εἰκότως ἄν τις εἴποι. παμπόλλων γὰρ οὐσῶν αὐτῶν ταύτην νοήσομεν ἐγγὺς εἶναι τῆς ὀρθῆς, ἣ τῆς ὀρθῆς ἂν ἀπολείπεται βραχὺ καὶ μὴ πάνυ τὴν συμβολὴν τῶν ἐργαζομένων αὐτὴν εὐθειῶν ὑποξυνομένην ἔχει. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τῶν ἀμβλειῶν παμπόλλων οὐσῶν ἐκείνας νοήσομεν ἐγγὺς εἶναι τῆς ὀρθῆς, ὅσαι τὴν συμβολὴν τῶν ἐργαζομένων αὐτὰς εὐθειῶν ἔχουσι μετρίως ἀμβλεῖαν, ἐγγὺς δὲ τῆς ὀξείας εἶναί τινα γωνίαν, ἀδιανόητον μὲν οὐκ οὔσης μιᾶς τῆς ὀξείας γωνίας ἡ ἐγγώνιον ἔχει σχῆμα καὶ προσέτι διὰ τὸ μὴ ἐγγώνια διὰ τοῖν δυοῖν γγ μήτε εὐγώνια διὰ τῆς εὖ συλλαβῆς κεκλῆσθαι σχήματα πρὸς μηδενὸς τῶν Ἑλλήνων, ἕνα γωνίαν ὀξεῖαν ἔχει, τὰ μέντοι τὴν ὀρθὴν ἔχοντα γωνίαν
856
εὐγώνια διὰ τῆς εὖ διφθόγγου καὶ ἐγγώνια διὰ τοῖν δυοῖν γραμμάτοιν καλοῦσι· μήτε οὖν ἀναγκαῖόν ἐστιν ἀκούειν ἐγγώνιον τοῦ κατ’ ὀρθὴν γωνίαν συγκειμένου σχήματος, ὅπερ γίγνεσθαι πέφυκεν, ὅταν ὀρθὴν γωνίαν ὁ πῆχυς ἐργάζηται πρὸς βραχίονα. ζητεῖν δὲ διὰ τί προσέθηκεν Ἱπποκράτης τὸ ἐγγύς. ὥσπερ οὖν εἰώθαμεν λέγειν πολλάκις, ἐρῶ καὶ νῦν· ἀσαφεῖς λέξεις ἐπιστημονικὴν μὲν οὐκ ἔχουσιν ἐξήγησίν· ἐὰν δὲ τὸ πιθανὸν μετὰ τοῦ καὶ προλεγόμενον ἀληθὲς εἶναι καὶ μὴ μάχεσθαι τῇ γνώμῃ τοῦ συγγράμματος τοῦ συγγραφέως ἀποδέχεσθαι χρή. τούτου τοίνυν ἐχόμενος τοῦ σκοποῦ πειράσομαι τὴν ἐγγὺς φωνὴν ἐξηγήσασθαι. λέγω δὲ τὸ μὲν ἐγγώνιον σχῆμα τὸ μᾶλλόν τε καὶ ἧττον οὐκ ἔχειν, ἓν γάρ ἐστιν. ἡμᾶς δὲ μάλιστα μὲν οὐ δύνασθαι τοιοῦτον σχῆμα τῆς χειρὸς ἐργάζεσθαι, καθ’ ὃ διαβεβαιώσαιτο ἄν τις ἀπαρεγκλίτως ὀρθὴν εἶναι γωνίαν τῆς τῶν ὀστῶν συμβολῆς ἀρκεῖν ἡμῖν, εἰ μὴ πόῤῥω τούτου σχηματίσαιμεν. ἔπειτα δὲ οὐδὲ βούλεται τοιοῦτον σχῆμα τῆς ὅλης χειρὸς
857
εἶναι· ἐπιδείξω γὰρ αὐτῆς τὸ κατὰ φύσιν σχῆμα, πλησίον μὲν τῆς ὀρθῆς γωνίας, ἀποκεχωρηκὸς δὲ βραχὺ πρὸς τὴν ἀμβλεῖαν, ὅπερ ἐστὶ πρὸς τὴν ἔκτασιν ῥέπον. ἡ δὲ ἀπόδειξίς μοι τοῦ λόγου γενήσεται, δι’ ὧν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἔγραψεν· ἐκ γὰρ τοῦ ἐλινύοντος ἔφη καὶ τοῦ ἔθεος εὑρίσκειν ἡμᾶς τὰ κατὰ φύσιν σχήματα. ταῦτα δὲ ἄμφω συντεθέντα σκοπὸν ἕνα ποιεῖ σύνθετον, ὡς εἰ καὶ οὕτως τις εἶπεν, ἐν οἷς ἀργοῦντες εἰθίσμεθα σχήμασιν ἕκαστον τοῦ σώματος μόριον ἔχειν, αἱρετέα ταῦτά ἐστι καὶ κατὰ τὰς θεραπείας. εὔδηλον γὰρ ὡς ὁ πρῶτος σκοπὸς τῶν ἐπιτηδείων σχημάτων ἐστὶν ἡ ἀνωδυνία. ταύτην οὖν εὔδηλον ὡς οὐδεὶς τῶν ἀλγούντων ὑπερβὰς ἐν ἄλλῳ ἂν σχήματι τὸ πλεῖστον μέρος τοῦ χρόνου σχηματίσαι τὸ μόριον. ἐὰν οὖν ἐπισκέψῃ τοὺς ἀλγοῦντας ἀνθρώπους, εὑρήσεις ὡς ἐπὶ τὸ πολὺ τὰς χεῖρας κατατιθεμένας, οὐκ ἀκριβῶς μέσας ἐκτάσεως ἄκρας καὶ κάμψεως ἐσχάτης, ἀλλ’ ἐπὶ τὴν ἔκτασιν ἑρπούσας. τὸ δὲ αὐτὸ συμβέβηκε καὶ κατὰ τὴν ἑτέραν ἀντίθεσιν τῶν σχημάτων. ἐν γὰρ τῷ κεκμηκότι ἀναπέπτασθαι
858
μάλιστα ἐροῦμεν οἱ πάντες ἄνθρωποι τὸ ἀνωδυνώτατον σχῆμα, πρὸς μὲν τὸ μέσον ἔρχονται τοῦ τε ἀκριβῶς ὑπτίου καὶ πρηνοῦς ἐσχάτως, ἐκκλίνουσι δὲ βίᾳ βραχὺ πρὸς τὸ πρηνές. ὁ μὲν οὖν Ἱπποκράτης ταῦτα διελθεῖν βουλόμενος προσέθηκε τὸ ἐγγὺς οὐκ ἔχων διατείνεσθαι. τὸ μέντοι τῶν σχημάτων τῆς χειρὸς ἁπάντων ἀνωδυνώτατον εἶναι τὸ νῦν ὑπ’ ἐμοῦ λεγόμενον ἀκριβῶς οἴδασι καὶ ὅσοι τρίβωνές εἰσι τῶν τοιούτων ἔργων τῆς τέχνης ἀκούσαντες τὸν λόγον τοῦτον, οἱ δὲ ὅτε γνωρίζουσι τὴν κατ’ αὐτὸν ἀλήθειαν. ἐνέχεσθαι δὲ δεῖ τὸν ἐξηγούμενον ὁτιοῦν σύγγραμμα τῆς τε τοῦ συγγραφέως γνώμης καὶ τῆς τοῦ λεγομένου πράγματος ἀληθείας· ἐν οἷς οὖν ἄδηλόν ἐστι διὰ τὴν ἀσάφειαν ἡ τοῦ συγγραφέως γνώμη, τὸ δὲ ἀληθὲς χρὴ φυλάττειν· οὕτως γὰρ καὶ τοὺς μανθάνοντας ὠφελεῖσθαι συμβήσεται. τοῦτον οὖν τὸν σκοπὸν ἐν ἁπάσαις ταῖς ἐξηγήσεσι πειρῶμαι φυλάττειν. ἔνιοι δὲ τῶν ἐξηγητῶν οὐδ’ ἂν ἐθελήσωσι τυχεῖν αὐτοῦ δύνανται, τῶν μὲν ἔργων τῆς τέχνης ἀπείρως ἔχοντες, ἐπὶ δὲ τὸ σοφιστικὸν εἶδος ἐκτρεπόμενοι
859
καὶ γενηθέντες οἱ καλούμενοι λογικοὶ ἰατροὶ, δι’ οὓς καὶ οἱ καλῶς χρώμενοι τῷ λόγῳ παρὰ τοῖς ἰδιώταις ὑποπτεύονται. τούτων μὲν δὴ χρὴ μεμνῆσθαι, κἂν ὀλιγάκις λέγονται, μεταβαίνειν δὲ ἤδη καιρὸς ἐπὶ τὰ συνεχῆ τῆς προκειμένης ῥήσεως. ὥσπερ τοῦ τε ὑπτίου καὶ πρηνοῦς ἀνωδυνώτατόν ἐστι, καθ’ ὃ πλείστῳ χρόνῳ τοῦ βίου συνειθισμένοι σχεδὸν ἅπαντές εἰσι· προσχωρεῖ δὲ καὶ τοῦτο τῷ τῆς ἐκτάσεως· ἐν τούτῳ γὰρ τῷ σχήματι πλεῖστον χρόνον ἔχειν δυνάμεθα τὰ σκέλη μὴ μεταβάλλοντες. ὅτι δὲ καὶ ἀναγκαῖόν ἐστι μὴ μεταλλάττειν εἰς ἕτερον ἧττον ἀνώδυνον ἐν τοῖς περὶ μυῶν ὑπομνήμασι δέδεικται, μετὰ τῆς οἰκείας αἰτίας μεταβαλεῖν, οὐκ ἀποδείξεως, ἀλλ’ ἀναμνήσεως χρῄζει, καθάπερ γε καὶ ὅτι διὰ ταχέων ἐπανερχόμεθα πάλιν ἐπ’ αὐτοῦ. τὴν δ’ αἰτίαν οὐκ ἀναγκαῖον λύεσθαι μακροτέρου λόγου δεομένην· ἄμεινον γὰρ ἀντὶ τοῦ τὴν αἰτίαν εἰπεῖν, ἕτερόν τι χρησιμώτερον τοὺς νέους ὠφελῆσαι, μετὰ τοῦ φυλάττειν ἀκριβῶς τὴν Ἱπποκράτους γνώμην καταλελεγμένην
860
πρὸς ἡμῶν ἐν ταῖς περὶ μυῶν κινήσεσιν. ἐν γὰρ τῇ τοῦ βραχίονος πρὸς τὸν πῆχυν διαρθρώσει τὸ κατὰ φύσιν ἐστὶ σχῆμα μέσον τῶν ὑπερβολικῶν ἑκατέρου, καθ’ ὃ μήτε ἐκτεῖναι μήτε κάμψαι μᾶλλον ἔτι δυνάμεθα, καὶ φαίνεταί γε τυγχάνον τῆς σαρκὸς τῶν ὀστῶν γυμνουμένων ἢ τοῦ πήχεος βαθμοῦ, ἣν ὁρίζουσιν αἱ δύο κορῶναι. πεπληρωμένη δὲ καὶ ὡς ὑπὸ τῆς γιγγλυμοειδοῦς τοῦ βραχίονος περιφερείας, ἣν οἱ μέσοι περιλαμβάνουσι κόνδυλοι. κατὰ δὲ τὰς ἐσχάτας ἐκτάσεις ἡ ὄπισθεν κορώνη τοῦ πήχεος εἰς τὴν ὀπίσω βαθμίδα τοῦ βραχίονος ἐμβαίνουσα, καθάπερ ἡ πρόσθεν ἐν ταῖς ἐσχάταις καμπαῖς· καὶ ὅσοι φύσει θατέραν ἔχουσι τὴν ὀπίσω κοιλότητα πλέον τῆς ἄκρας ἐκτάσεως εἰς τὴν ἐκτὸς χώραν ἀπάγουσι τὸν πῆχυν, ὥσπερ αὖ πάλιν οἱ τοῦ προσήκοντος ἐνδεέστεροι οὐκ ἀκριβῶς ἐκτείνουσιν. ὡς δὲ αἱ κατασκευαὶ τῆς διαρθρώσεως οὐχ ὅμοιαι πᾶσίν εἰσιν, οὐδὲ ἀκριβεῖς ὅροι τῆς ἐκτάσεως ἐπὶ πάντων, οὕτως οὐδὲ
861
ἡ μεσίτης ἡ αὐτὴ πᾶσιν ἔσται. ὅταν οὖν τὸ μῆκος τῆς ἄκρας ἐκτάσεως καὶ κάμψεως σχῆμα κατὰ φύσιν εἶναι λέγομεν, οὐ κατακριβωμένως, ἀλλ’ ἐν πλατεῖ νοεῖσθαί σε χρὴ τὸ μέσον τοῦτο, καλεῖ δὲ ὁ Ἱπποκράτης αὐτὸ κοινόν· ἀλλ’ ὥσπερ ἀδύνατόν ἐστι κατὰ τὸ ἀκριβέστατον ἐν μέσῳ σχήματι καθιστάναι τὴν χεῖρα, καθ’ ὃ μηδὲ βελόνης πάχος ἑλεῖν ἢ προσθεῖναι δυνατόν ἐστιν, οὕτως οὐ χρὴ μέσου τοῦδε πόῤῥω σχηματίζειν τὴν χεῖρα. κατὰ τοῦτο γὰρ ὁ τεχνικὸς στοχασμὸς τοῦ μὴ τεχνικοῦ διαφέρει, τοῦ μὲν τεχνικοῦ πλησίον ἀφικνουμένου τῆς ἀκριβοῦς συμμετρίας, τοῦ δὲ ἰδιώτου πλεῖστον ὅσον ἐνίοτε σφαλλομένου. δύναιτο ἂν οὖν καὶ κατὰ τοῦτο ὁ Ἱπποκράτης συμβουλεύειν τὸ ἐγγὺς τοῦ ἐγγωνίου σχήματος φυλάττειν, ἐγγώνιον μὲν καλῶν τὸ κατ’ ὀρθὴν γωνίαν, ἀξιῶν δὲ στοχαζομένους ἡμᾶς αὐτῆς μὴ πόῤῥω τῆς ἀκριβοῦς ἀφικνεῖσθαι συμμετρίας. ὃ δὲ ἔφην ἐγὼ διδάξειν τοὺς νέους χρησιμώτατον ἐς τὰ παρόντα καὶ δὴ φράσω, μεγίστην ἐν πᾶσι τοῖς κατ’ ἰατρικὴν δύναμιν ἔχειν
862
τὸ ἔθος, ὡς ἐπίκτητον αὐτὸ φύσιν ὑπὸ τῶν μεγίστων ἰατρῶν ὠνομάσθαι. φαίνεται δὲ καὶ Ἱπποκράτης ἐν τοῖς ἀναγκαιοτάτοις σκοποῖς ἀεὶ τιθέμενος αὐτὸ καὶ δύναμιν ἐνδείξεως ἀπονέμων δευτέραν, ἐπὶ προτέρας δηλονότι τοῦ κατὰ φύσιν ὑπελάσσω εἶναι τὴν κατ’ αὐτὴν ἀκριβῶς ἰδέαν σχήματος, ὡς ἐπὶ πάντων τῶν καμνόντων ποιεῖσθαι, ἀλλ’ ὑπαλλάττειν ἐφ’ ἑκάστου τοῖς ἔθεσιν, ὁ μὲν οἰκείως ἐνίους μὲν ἑώρων δι’ ὅλης ἡμέρας καθημένους, ὅσοι τέχνας ἑδραίας ἔχουσιν, ἐνίους δὲ ἑστῶτας ἢ βαδίζοντας. εὔλογον οὖν ἔδοξέ μοι μᾶλλον ἐκτεταμένον σχηματίζειν τὸ σκέλος, ἐφ’ ὧν εἴθισται πλείστῳ χρόνῳ τοῦτο ἔχειν τὸ σχῆμα, καθάπερ καὶ ἧττον ἐκτεταμένον, ἐφ’ ὧν δι’ ὅλης ἡμέρας κέκλιται, καὶ τῇ πείρᾳ μεταβασανίσας, αὐτὸ τοιοῦτον εὗρον ὑπάρχειν, ὁποῖον καὶ ἤλπισα. καὶ περὶ τῶν χειρῶν κατὰ τὸν αὐτὸν λόγον δεῖ μὲν ἐγγὺς τοῦ ἐγγωνίου σχήματος χρῆναι σχηματίζειν αὐτὰς, ἀλλὰ εἰς τὸ μᾶλλόν τε καὶ ἧττον ἐκ τῶν ἐθῶν λαμβάνει τὴν ἔνδειξιν. ἐπεὶ δὲ καὶ διὰ τῆς πείρας ἁπάσας τὰς λογικὰς οἱ ἄνθρωποι ἐπινοίας κρίνουσιν, ἐμαρτυρήθη
863
τὸ πρᾶγμα, βεβαίαν ἤδη τὴν πρόγνωσιν ἔχον οὐδὲ τοῦτο ἐφθόνησαν τῆς εὑρέσεως. ὑπὸ πάντων οὖν τῶν φίλων βασανισθὲν τὸ θεώρημα βέβαιον ἤδη γέγονε χρησιμώτατον εἰς τὰ τοιαῦτα, καὶ τὸν Ἱπποκράτην τοίνυν εἴπομεν ὑπαλλάττειν μὲν ἀξιοῦν τὸ ἀκριβὲς ἐγγώνιον σχῆμα τῇ διαφορᾷ τῶν ἐθῶν, τὴν ἀλλαγὴν δὲ βραχεῖαν ποιεῖσθαι, τουτέστιν ἐγγὺς τοῦ ἐγγωνίου σχήματος.